previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πόντον καὶ οἴνοπα πόντον, καὶ Εὐριπίδης ἅλα πορφυρέην, καὶ εἰ δή τις ἄλλος ἄλλο τι τοιοῦτον: τὰ δὲ πολλὰ καὶ βλασφημοῦσιν εἰς τὴν θάλατταν, ἁλμυρὰν καὶ βαρύβρομον καὶ τὰ τοιαῦτ᾽ ὀνομάζοντες. ἡμεῖς δὲ τὸν μὲν ὑπὲρ πάσης τῆς θαλάττης λόγον ὅσην καὶ οἵαν χρείαν ἀνθρώποις ἔχει καὶ ὑπὲρ ἡλίκων αὐτὴν ἐποίησεν θεὸς ἐάσομεν ἐν τῷ παρόντι, τῷ δὲ Αἰγαίῳ τὸ ὀφείλημα ἀποδώσομεν καὶ ὑμνήσομεν, πρῶτον ὅτι θέσεως ἄριστα εἴληχεν, ὡς καὶ πόλεως ἄν τις ἐπαινέσειε πρῶτον τὴν θέσιν. ἐν γὰρ τῷ μέσῳ τῆς πάσης οἰκουμένης τε καὶ θαλάττης μάλιστα ἵδρυται, πρὸς ἄρκτον μὲν Ἑλλήσποντον καὶ Προποντίδα καὶ πόντον καταλιπὼν, πρὸς δὲ μεσημβρίαν τὴν λοιπὴν θάλατταν, διαιρῶν μὲν τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης, πρῶτον μεθ᾽ Ἑλλήσποντον διίστασθον: γένη δὲ τὰ ἐνδοξότατα καὶ ἡμερώτατα ἐφ᾽ ἑκατέρας τῆς ἀκτῆς ἔχων, ἔνθεν μὲν Ἰωνίαν καὶ τὴν Αἰολίδα γῆν, ἑτέρωθεν δὲ [p. 402] τὴν Ἑλλάδα. ὥστε μόνον τοῦτο ἂν εἴη πελαγῶν μέσον εἶναι τῆς πάσης Ἑλλάδος ἄξιον εἰπεῖν, εἴ τις ἓν τοῦτο γένος Ἑλλήνων ἐφ᾽ ἑκατέρας τῆς ἠπείρου τιθείη. καίτοι εἰ ποταμῶν εὐδοκιμοῦσιν ὄχθαι δένδρα ἔχουσαι καὶ λειμῶνας, που σφόδρα γε τὰς τοῦ Αἰγαίου δίκαιον εὐδοκιμεῖν ἀκτὰς, τοιούτοις γένεσι κεκοσμημένας, καὶ ταῦτα ἐν αὐτοῖς τοῖς προσοικοῦσιν Ἕλλησιν: ἐπεὶ καὶ τοῦ ἀέρος τὸ μετριώτατον καὶ πρὸς πάσας τὰς ὥρας τὸ αὐτὸ ἀνεκτότατον, τοῦτ᾽ ἂν εἴη τὸ ὑπερέχον τὸν Αἰγαῖον, καὶ περὶ ταύτας τὰς χώρας μάλιστα ἱδρυμένον. δῆλον δὲ κατ᾽ ἀμφοτέρους τοὺς λόγους. οἵ τε γὰρ τὴν Ἀττικὴν ἐν τῷ καλλίστῳ τοῦ οὐρανοῦ φάσκοντες εἶναι οἵ τ᾽ αὖ τὴν Ἰωνίαν ὁμολογοῦσι δήπουθεν ἀμφότεροι περὶ τοῦτον ὅλως τὸν τόπον εἶναι τὸ βέλτιστον. καθότι γὰρ ἀμφοτέρας παρατείνει τὰς ἀκτὰς, ὁποτέραν ἄν τις αὐτῶν τιθῇ κρατεῖν, ἔχει ταύτην, καὶ εἰ δεήσειεν αὖ κατὰ τὰς ἄλλας ἀμφισβητήσεις ἐπιχωρήσαντας ἀλλήλοις ἐπὶ τὸ μέσον ἐλθεῖν, ὅπερ εἶπον, Αἰγαῖός ἐστι τοῦτο. ὥστε τὸ κάλλιστον τῶν ἀέρων οὗτος εἴληχεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: