previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τῷ δ᾽ ἑξῆς ἐνιαυτῷ Λατίνων εἰς ἔρημον τὸ Πολιτώριον ἐποίκους ἀποστειλάντων καὶ τὴν τῶν Πολιτωρίνων χώραν ἐπεργαζομένων ἀναλαβὼν τὴν δύναμιν Μάρκιος ἦγεν ἐπ᾽ αὐτούς. προελθόντων δὲ τοῦ τείχους τῶν Λατίνων καὶ παραταξαμένων νικήσας αὐτοὺς παραλαμβάνει τὴν πόλιν τὸ δεύτερον. ἐμπρήσας δὲ τὰς οἰκίας καὶ τὸ τεῖχος κατασκάψας, ἵνα μηθὲν αὖθις ὁρμητήριον ἔχοιεν οἱ πολέμιοι μηδ᾽ ἐργάζοιντο τὴν γῆν, ἀπῆγε τὴν στρατιάν. [2] τῷ δ᾽ ἑξῆς ἔτει Λατῖνοι μὲν ἐπὶ Μεδυλλίαν πόλιν στρατεύσαντες, ἐν Ῥωμαίων ἦσαν ἄποικοι, προσκαθεζόμενοι τῷ τείχει καὶ πανταχόθεν ποιησάμενοι τὰς προσβολὰς αἱροῦσιν αὐτὴν κατὰ κράτος. Μάρκιος δὲ Τελλήνας πόλιν τῶν Λατίνων ἐπιφανῆ κατὰ τὸν αὐτὸν [p. 351] αἱρεῖ χρόνον ἐκ παρατάξεώς τε νικήσας καὶ διὰ τειχομαχίας παραστησάμενος, τούς τε ἁλόντας οὐδὲν ὧν εἶχον ἀφελόμενος εἰς Ῥώμην μητήγαγε καὶ τῆς πόλεως εἰς κατασκευὴν οἰκιῶν τόπον ἀπεμέρισε: [3] Μεδυλλίαν τε τριετῆ χρόνον ὑπὸ τοῖς Λατίνοις γενομένην τῷ τετάρτῳ κομίζεται πάλιν ἐνιαυτῷ πολλαῖς καὶ μεγάλαις παραστησάμενος μάχαις. καὶ μετ᾽ οὐ πολὺ τὴν Φικαναίων αἱρεῖ πόλιν, ἣν τρίτῳ πρότερον ἐνιαυτῷ λαβὼν καθ᾽ ὁμολογίας καὶ τοὺς ἐξ αὐτῆς ἅπαντας εἰς Ῥώμην μεταγαγών, ἄλλο δὲ τῆς πόλεως οὐδὲν κακώσας, ἐπιεικέστερον μᾶλλον φρονιμώτερον ἔδοξε βουλεύεσθαι. [4] ἀποίκους γὰρ ἀποστείλαντες εἰς αὐτὴν οἱ Λατῖνοι καὶ τὴν χώραν αὐτῶν διακατέχοντες αὐτοὶ τὴν τῶν Φικαναίων ἐκαρποῦντο, ὥστε ἠναγκάσθη πάλιν Μάρκιος τὸ δεύτερον ἐπὶ τὴν πόλιν στρατεῦσαι καὶ μετὰ πολλῆς πραγματείας κύριος αὐτῆς καταστὰς ἐμπρῆσαί τε τὰς οἰκίας καὶ τὰ τείχη κατασκάψαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: