previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι Κλεινίας Κροτωνιάτης τύραννος ὢν ἀφείλετο τὴν ἐλευθερίαν ταῖς πόλεσι, φυγάδας ἀθροίσας ἐκ παντὸς τόπου καὶ δούλους ἐλευθερώσας: οἷς τὴν τυραννίδα κρατυνάμενος τοὺς ἐπιφανεστάτους Κροτωνιατῶν οὓς μὲν ἀπέκτεινεν, οὓς δὲ ἐξέβαλεν ἐκ τῆς πόλεως: Ἀναξίλας δὲ Ῥηγίνων τὴν ἀκρόπολιν κατελάβετο καὶ πάντα τὸν τοῦ βίου χρόνον κατασχὼν Λεόφρονι τῷ παιδὶ τὴν ἀρχὴν κατέλιπε. καὶ ἄλλοι ἀπὸ τούτων δυναστείας ἐν ταῖς πόλεσι κατασκευάσαν- [p. 327] [2] τες πάντα τὰ πράγματα διέφθειραν. δὲ τελευταία τε καὶ πασῶν μεγίστη κάκωσις ἁπάσαις ταῖς πόλεσιν Διονυσίου τυραννὶς ἐγένετο τοῦ κρατήσαντος Σικελίας. διέβη γὰρ εἰς Ἰταλίαν ἐπὶ Ῥηγίνους Λοκρῶν ἐπικαλεσαμένων, οἷς ἦσαν οἱ Ῥηγῖνοι διάφοροι: καὶ συνελθόντων ἐπ᾽ αὐτὸν Ἰταλιωτῶν δυνάμεσι μεγάλαις συνάψας μάχην ἀπέκτεινε συχνοὺς καὶ πόλεις αὐτῶν δύο κατὰ κράτος ἐξεῖλεν. [3] εἶτ᾽ αὖθις ἑτέραν ποιησάμενος διάβασιν Ἱππωνιεῖς ἀνέστησεν ἐκ τῆς ἑαυτῶν, οὓς ἀπήγαγεν εἰς Σικελίαν, καὶ Κροτωνιάτας ἐξεῖλε καὶ Ῥηγίνους καὶ διετέλεσεν ἔτη δώδεκα τούτων τυραννῶν τῶν πόλεων. ἔπειθ᾽ οἱ μὲν τὸν τύραννον δεδιότες τοῖς βαρβάροις αὑτοὺς ἐνεχείριζον, οἱ δ᾽ ὑπ᾽ ἐκείνων πολεμούμενοι τῷ τυράννῳ τὰς πόλεις παρεδίδοσαν: ὑφ᾽ ὅτου δὲ πάσχοιεν, ἀεὶ κακῶς δυσχεραίνοντες εὐρίπου δίκην τῇδε καὶ τῇδε πρὸς τὸ συντυχὸν ἐτράποντο. Vales.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: