previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς δὲ Πύρρος τοὺς Ὁμηρικοὺς ἐπιφθεγξάμενος στίχους, οὓς Ἕκτωρ αὐτῷ πεποίηται πρὸς Αἴαντα λέγων, ὡς ὑπὸ Ῥωμαίων εἰρημένους πρὸς ἑαυτόν: [p. 326] Τῷ σε καὶ οὐκ ἐθέλω βαλέειν, τοιοῦτον ἐόντα, Λάθρη ὀπιπτεύσας, ἀλλ᾽ ἀμφαδόν, αἴ κε τύχοιμι καὶ μετὰ τοῦτ᾽ εἰπών, ὅτι κινδυνεύει πονηρὰν πεποιῆσθαι τὴν ὑπόθεσιν τοῦ πολέμου πρὸς ἀνθρώπους ὁσιωτάτους Ἑλλήνων καὶ δικαιοτάτους, μίαν ἔφη θεωρεῖν ἀπαλλαγὴν τοῦ πολέμου καλὴν καὶ συμφέρουσαν, εἰ φίλους ἀντὶ πολεμίων αὐτοὺς ποιήσαιτο, φιλανθρωπίας τινὸς μεγάλης καταρξάμενος. [2] προαχθῆναι δὲ κελεύσας τοὺς Ῥωμαίων αἰχμαλώτους καὶ δοὺς ἅπασιν ἐσθῆτας ἐλευθέροις πρεπούσας σώμασι καὶ ἐνοδίους δαπάνας, παρεκάλεσεν αὐτοὺς μεμνῆσθαι, οἷος εἰς αὐτοὺς ἐγένετο, καὶ τοῖς ἄλλοις λέγειν, ὅταν δ᾽ εἰς τὰς ἑαυτῶν ἔλθωσι πατρίδας, πάσῃ προθυμίᾳ πράττειν, ὅπως φίλους ποιήσουσι τὰς πόλεις. [3] ἄμαχον δή τινα ἰσχὺν τὸ βασιλικὸν ἔχει χρυσίον, καὶ οὐδεμία εὕρηται πρὸς τοῦτο τὸ βέλος ἀνθρώποις φυλακή. Ambr.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: