previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κρονοσόλων

[p. 393] [10] τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν: μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ᾽ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται. ὑμεῖς δέ, πλούσιοι, ὁρᾶτε ὅπως μὴ παρανομήσητε μηδὲ παρακούσητε τῶνδε τῶν προσταγμάτων: ὡς ὅστις ἂν οὕτω μὴ ποιήσῃ, ἴστω οὗτος οὐκ ἐμοῦ νομοθέτου ἀμελήσων, ἀλλ᾽ εἰς τὸν Κρόνον αὐτόν, ὅς με προείλετο νομοθετῆσαι ἐς τὴν ἑορτὴν οὐκ ὄναρ ἐπιστάς, ἀλλὰ πρῴην ἐγρηγορότι ἐναργὴς συγγενόμενος. ἦν δὲ οὐ πεδήτης οὐδὲ αὐχμοῦ πλέως, οἷον αὐτὸν οἱ ζωγράφοι παρὰ τῶν λήρων τῶν ποιητῶν παραδεξάμενοι ἐπιδείκνυνται, ἀλλὰ τὴν μὲν ἅρτην εἶχε πάνυ τεθηγμένην: τὰ δ᾽ ἄλλα φαιδρός τε ἦν καὶ καρτερὸς καὶ βασιλικῶς ἐνεσκεύαστο. μορφὴν μὲν τοιόσδε ὤφθη μοι, δὲ εἶπε, πάνυ θεσπέσια καὶ ταῦτα, προειρῆσθαι ὑμῖν ἄξια. [11] ἰδὼν γάρ με σκυθρωπόν, ἐπὶ συννοίας βαδίζοντα, ὥσπερ εἰκὸς ἦν θεόν, ἔγνω αὐτίκα τὴν αἰτίαν τῆς λύπης τίς ἐστί μοι, καὶ ὡς τὴν πενίαν [p. 394] δυσχεραίνοιμι οὐ κατὰ τὴν ὥραν μονοχίτων: καὶ γὰρ κρύος καὶ βορρᾶς πολὺς καὶ κρύσταλλοι καὶ χιών: ἐγὼ δὲ ἥκιστα ἐπεφράγμην πρὸς αὐτά. ἀλλ᾽ ὅτι καὶ τῆς ἑορτῆς πάνυ πλησιαζούσης ἑώρων τοὺς μὲν ἄλλους παρασκευαζομένους ὅπως θύσωσι καὶ εὐωχήσωνται, ἐμαυτῷ 20%2 [p. 308] δὲ οὐ πάνυ ἑορτάσιμα ὄντα. καὶ δὴ προσελθὼν ὄπισθεν καὶ τοῦ ὠτός μου λαβόμενος καὶ διασείσας, ὥσπερ μοι προσπελάζειν εἴωθε, Τί ταῦτα, ἔφη, Κρονοσόλων, ἀνιωμένῳ ἔοικας; οὐ γὰρ ἄξιον, ἔφην, δέσποτα, ὅταν καταράτους μὲν καὶ μιαροὺς ἀνθρώπους ὑπερπλουτοῦντας καὶ μόνους τρυφῶντας ὁρῶ, αὐτὸς δὲ καὶ ἄλλοι συχνοὶ τῶν πεπαιδευμένων ἀπορίᾳ καὶ ἀμηχανίᾳ σύνεσμεν; ἀλλ᾽ οὐδὲ σύ, δέσποτα, θέλεις παῦσαι ταῦτα καὶ μετακοσμῆσαι πρὸς τὸ ἰσόμοιρον. τὰ μὲν ἄλλα, ἔφη, οὐ ῥάδιον [p. 395] ἀλλάττειν ὁπόσα ἐκ Κλωθοῦς καὶ τῶν ἄλλων Μοιρῶν πάσχετε, δέ ἐστι τῆς ἑορτῆς, ἐπανορθώσομαι ὑμῖν τὴν πενίαν, δὲ ἐπανόρθωσις ἥδε ἔστω: ἴθι, Κρονοσόλων, καὶ γράψον μοι νόμους τινάς, χρὴ πράττειν ἐν τῇ ἑορτῇ, ὡς μὴ καθ᾽ αὑτοὺς οἱ πλούσιοι ἑορτάζοιεν, κοινωνοῖεν δὲ ὑμῖν τῶν ἀγαθῶν. ἀλλ᾽ οὐκ οἶδα, ἔφην. [12] ἐγώ, δ᾽ ὅς, διδάξομαί σε: κᾆτα ἀρξάμενος ἐδίδασκεν. εἶτα ἐπειδὴ πάντα ἠπιστάμην, Καὶ εἰπὲ αὐτοῖς, ἔφη, ὅτι ἢν μὴ τοῦτο ποιῶσι, μὴ μάτην ἐγὼ τὴν ἅρπην ταύτην ὀξεῖαν περιφέρω, γελοῖος ἂν εἴην τὸν μὲν πατέρα ἐκτομίαν πεποιηκὼς τὸν Οὐρανόν, τοὺς δὲ πλουσίους μὴ εὐνουχίζων, ὁπόσοι ἂν παρανομήσωσιν, ὡς ἀγείροιεν τῇ μητρὶ σὺν αὐλοῖς καὶ τυμπάνοις βάκηλοι γενόμενοι. ταῦτα ἠπείλησεν. ὥστε καλῶς ἔχει ὑμῖν μὴ παραβαίνειν τοὺς θεσμούς.

[p. 396]

νόμοι πρῶτοι

[13] μηδένα μηδὲν μήτε ἀγοραῖον μήτε ἴδιον πράττειν ἐντὸς τῆς ἑορτῆς ὅσα ἐς παιδιὰν καὶ τρυφὴν καὶ θυμηδίαν, ὀψοποιοὶ μόνοι καὶ πεμματουργοὶ ἐνεργοὶ ἔστωσαν. ἰσοτιμία πᾶσιν ἔστω καὶ δούλοις καὶ ἐλευθέροις καὶ πένησι καὶ πλουσίοις. ὀργίζεσθαι ἀγανακτεῖν ἀπειλεῖν μηδενὶ ἐξέστω. λογισμοὺς παρὰ τῶν ἐπιμελουμένων [p. 309] Κρονίοις λαμβάνειν μηδὲ τοῦτο ἐξέστω. μηδεὶς τὸν ἄργυρον τὴν ἐσθῆτα ἐξεταζέτω μηδὲ ἀναγραφέτω ἐν τῇ ἑορτῇ μηδὲ γυμναζέσθω Κρονίοις μηδὲ λόγους ἀσκεῖν ἐπιδείκνυσθαι, πλὴν εἴ τινες ἀστεῖοι καὶ φαιδροὶ σκῶμμα καὶ παιδιὰν ἐμφαίνοντες.

νόμοι δεύτεροι

[14] πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων κὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα, ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατ᾽ ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης τὴν περιττὴν καὶ ὅση παχυτέρα κατ᾽ αὐτοὺς κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα. ταῦτα μὲν πρόχειρα ἔστω. τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω καὶ ὑπ᾽ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία [p. 397] καὶ ὅσα τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν. ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται, θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ Ἀπόλλωνι μεγαλοδώρῳ. εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον. [15] κατανείμαντες δὲ αὐτοὶ κατ᾽ ἀξίαν ἑκάστῳ πρὶν ἥλιον δῦναι πεμπόντων τοῖς φίλοις. οἱ δὲ ἀποκομίζοντες μὴ πλείους τριῶν τεττάρων, οἱ πιστότατοι τῶν οἰκετῶν, ἤδη πρεσβῦται. ἐγγραψάσθω δὲ ἐς γραμμάτιον τι τὸ πεμπόμενον καὶ ὅσον, ὡς μὴ ἀμφότεροι ὑποπτεύοιεν τοὺς διακομίζοντας. αὐτοὶ δὲ οἱ οἰκέται μίαν κύλικα ἕκαστος πιόντες ἀποτρεχόντων, ἀπαιτούντων δὲ μηδὲν πλέον. τοῖς πεπαιδευμένοις διπλάσια πάντα πεμπέσθω: ἄξιον γὰρ διμοιρίτας εἶναι. τὰ δὲ ἐπὶ τοῖς δώροις λεγόμενα ὡς μετριώτατα καὶ ὀλίγιστα ἔστω: ἐπαχθὲς δὲ μηδεὶς μηδὲν συνεπιστελλέτω μηδὲ ἐπαινείτω τὰ πεμπόμενα. πλούσιος πλουσίῳ μηδὲν πεμπέτω μηδὲ ἑστιάτω Κρονίοις πλούσιος τὸν ίσότιμον. [p. 310] [p. 398] τῶν εἰς τὸ πεμφθῆναι προχειρισθέντων φυλαττέσθω μηδὲν μηδὲ μετάνοια εἰσίτω ἐπὶ τῇ δωρεᾷ. εἴ τις πέρυσιν ἀποδημῶν δι᾽ αὐτὸ ἄμοιρος κατέστη, ἀπολαμβανέτω κἀκεῖνα. διαλυόντων δὲ οἱ πλούσιοι καὶ χρέα ὑπὲρ τῶν φίλων τῶν πενήτων καὶ τὸ ἐνοίκιον, οἵτινες ἂν καὶ τοῦτο ὀφείλοντες καταβαλεῖν μὴ ἔχωσι: καὶ ὅλως, πρὸ πολλοῦ μελέτω αὐτοῖς εἰδέναι ὅτου μάλιστα δέονται. [16] ἀπέστω δὲ καὶ τῶν λαμβανόντων μεμψιμοιρία, καὶ τὸ πεμφθὲν ὁποῖον ἂν , μέγα δοκείτω. οἴνου ἀμφορεὺς λαγὼς ὄρνις παχεῖα Κρονίων δῶρον μὴ δοκείτω: μηδὲ τὰς Κρονικὰς δωρεὰς εἰς γέλωτα φερέτωσαν. ἀντιπεμπέτω δὲ πένης τῷ πλουσίῳ μὲν πεπαιδευμένος βιβλίον τῶν παλαιῶν, εἴ τι εὔφημον καὶ συμποτικόν, αὐτοῦ σύγγραμμα ὁποῖον ἂν δύνηται, καὶ τοῦτο λαμβανέτω πλούσιος πάνυ φαιδρῷ τῷ προσώπῳ καὶ λαβὼν ἀναγινωσκέτω εὐθύς, ἢν δὲ ἀπωθῆται ἀπορρίψῃ, ἴστω [p. 399] τῆ τῆς ἅρπης ἀπειλῇ ἔνοχος ὤν, κἂν πέμψῃ ὅσα ἐχρῆν: οἱ δὲ ἄλλοι οἱ μὲν στεφάνους, οἱ δὲ λιβανωτοῦ χόνδρους πεμπόντων. ἢν δὲ πένης ἐσθῆτα ἄργυρον χρυσὸν παρὰ τὴν δύναμιν πέμψῃ πλουσίῳ, τὸ μὲν πεμφθὲν ἔστω δημόσιον καὶ καταπραθὲν ἐμβαλλέσθω εἰς τὸν θησαυρὸν τοῦ Κρόνου, δὲ πένης ἐς τὴν ὑστεραίαν πληγὰς παρὰ τοῦ πλουσίου λαμβανέτω τῷ νάρθηκι εἰς τὰς χεῖρας οὐκ ἐλάττους διακοσίων καὶ πεντήκοντα.

νόμοι συμποτικοί

[17] λούεσθαι μὲν ὁπόταν τὸ στοιχεῖον ἑξάπουν , τὰ δὲ πρὸ τοῦ λουτροῦ κάρυα καὶ πεττοὶ ἔστωσαν. κατακείσθω ὅπου ἂν τύχῃ ἕκαστος: ἀξίωμα γένος πλοῦτος ὀλίγον συντελείτω ἐς προνομήν. οἴνου τοῦ αὐτοῦ πίνειν ἅπαντας: μηδ᾽ ἔστω πρόφασις τῷ πλουσίῳ στομάχου κεφαλῆς ὀδύνη, ὡς μόνον δι᾽ αὐτὴν πίνειν τοῦ [p. 311] κρείττονος. μοῖρα χρεῶν κατ᾽ ἴσον ἅπασιν: οἱ διάκονοι πρὸς χάριν μηδενὶ μηδέν, ἀλλὰ μηδὲ βραδυνέτωσαν μηδὲ παραπετέσθωσαν ἔστ᾽ ἂν αὐτοῖς δοκῇ, ὁπόσα χρὴ ἀποφέρειν. [p. 400] μηδὲ τῷ μὲν μεγάλα, τῷ δὲ κομιδῇ μικρά παρατιθέσθω, μηδὲ τῷ μὲν μηρός, τῷ γνάθος συός, ἀλλ᾽ ἰσότης ἐπὶ πᾶσιν. [18] οἰνοχόος ὀξὺ δεδορκέτω ἐκ περιωπῆς ἐς ἕκαστον, καὶ ἔλαττον ἐς τὸν δεσπότην, καὶ ἐπ᾽ ὀξύτερον ἀκουέτω. καὶ κύλικες παντοῖαι. καὶ ἐξέστω παρέχειν, ἤν τις ἐθέλῃ, φιλοτησίαν. πάντες πᾶσι προπινέτωσαν, ἢν ἐθέλωσι, προπιόντος τοῦ πλουσίου. μὴ ἐπάναγκες ἔστω πίνειν, ἤν τις μὴ δύνηται. εἰς τὸ συμπόσιον μήτε ὀρχηστὴν μήτε κιθαριστὴν αὐτοὺς ἄγειν ἄρτι μανθάνοντα ἐξέστω, ἤν τις ἐθέλῃ. σκώμματος μέτρον ἔστω τὸ ἄλυπον ἐπὶ πᾶσιν. ἐπὶ πᾶσι πεττευέτωσαν ἐπὶ καρύων: ἤν τις ἐπ᾽ ἀργυρίῳ πεττεύσῃ, ἄσιτος ἐς τὴν ὑστεραίαν ἔστω. καὶ μενέτω καὶ ἀπίτω ἕκαστος, ὁπόταν βούληται. ἐπὰν δὲ τοὺς οἰκέτας πλούσιος εὐωχῇ, διακονούντων καὶ οἱ φίλοι σὺν αὐτῷ. τοὺς νόμους τούτους ἕκαστον τῶν πλουσίων ἐγγράψαντα ἐς χαλκῆν στήλην ἔχειν ἐν μεσαιτάτῳ τῆς αὐλῆς, καὶ ἀναγινωσκέτω. δεῖ δὲ εἰδέναι ὅτι ἔστ᾽ ἂν αὕτη στήλη μένῃ, οὔτε λιμὸς οὔτε λοιμὸς οὔτε πυρκαϊὰ οὔτε ἄλλο χαλεπὸν οὐδὲν εἴσεισιν [p. 401] εἰς τὴν οἰκίαν αὐτοῖς. ἢν δέ ποτεὅπερ μὴ γένοιτοκαθαιρεθῇ, ἀποτρόπαιον οἷα πείσονται.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: