previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν καὶ τὰ περὶ τῶν φαντασιῶν λεγόμενα νεανικῶς πρὸς τὴν εἱμαρμένην ἐναντιοῦται. τὴν γὰρ φαντασίαν βουλόμενος οὐκ οὖσαν αὐτοτελῆ τῆς συγκαταθέσεως αἰτίαν ἀποδεικνύειν, εἴρηκεν ὅτιβλάψουσιν οἱ σοφοὶ ψευδεῖς φαντασίας ἐμποιοῦντες, ἂν αἱ φαντασίαι ποιῶσιν αὐτοτελῶς τὰς συγκαταθέσεις: πολλάκις γὰρ οἱ σοφοὶ ψεύδει χρῶνται πρὸς τοὺς φαύλους καὶ φαντασίαν παριστᾶσι πιθανήν, οὐ μὴν αἰτίαν τῆς συγκαταθέσεως ἐπεὶ καὶ τῆς [p. 276] ὑπολήψεως αἰτία τῆς ψευδοῦς ἔσται καὶ τῆς ἀπάτης.’ ταῦτ᾽ οὖν ἄν τις ἀπὸ τοῦ σοφοῦ μεταφέρων ἐπὶ τὴν εἱμαρμένην λέγῃ μὴ διὰ τὴν εἱμαρμένην γίγνεσθαι τὰς συγκαταθέσεις, ἐπεὶ διὰ τὴν εἱμαρμένην ἔσονται καὶ ψευδεῖς ῖς συγκαταθέσεις καὶ ὑπολήψεις καὶ ἀπάται καὶ βλαβήσονται διὰ τὴν εἱμαρμένην, τοῦ βλάπτειν τὸν σοφὸν ἐξαιρούμενος λόγος ἅμα καὶ τὸ μὴ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην ἀποδείκνυσιν. εἰ γὰρ μήτε δοξάζουσι μήτε βλάπτονται διὰ τὴν εἱμαρμένην, δῆλον ὅτι οὐδὲ κατορθοῦσιν οὐδὲ φρονοῦσιν οὐδ᾽ ὑπολαμβάνουσι βεβαίως οὐδ᾽ ὠφελοῦνται διὰ τὴν εἱμαρμένην, ἀλλ᾽ οἴχεται τὸ πάντων αἰτίαν εἶναι τὴν εἱμαρμένην. δὲ λέγων, ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν ἀλλὰ προκαταρκτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρον ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα
τῷ ἔχεθ᾽, ὅττι κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ
ἀγαθόν: καὶ τὸν Εὐριπίδην
Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς
φρονεῖν λέγοιμ᾽ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα,
δρῶμέν τε τοιάδ᾽, σύ γε τυγχάνεις φρονῶν.
αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ [p. 277] τοὐλάχιστον ἄλλως κατὰ τὸν τοῦ Διὸς λόγον, ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπ᾽ ἄλλων ἐξανισταμένων: τὴν δ᾽ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην ὡςπέραςἅπασιν ἐπιτιθεῖσαν. πότερον οὖν τὰς συγκαταθέσεις μὴ λέγωμεν ἐφ᾽ ἡμῖν εἶναι μηδὲ τὰς ἀρετὰς μηδὲ τὰς κακίας μηδὲ τὸ κατορθοῦν μηδὲ τὸ ἁμαρτάνειν, τὴν εἱμαρμένην λέγωμεν ἐλλείπουσαν εἶναι καὶ τὴν πεπρωμένην ἀπεράτωτον καὶ τὰς τοῦ Διὸς κινήσεις καὶ σχέσεις ἀσυντελέστους; τούτων γὰρ ἕπεται τὰ μὲν τῷ αὐτοτελῆ τὰ δὲ τῷ προκαταρκτικὴν μόνον αἰτίαν εἶναι τὴν εἱμαρμένην. αὐτοτελὴς μὲν γὰρ αἰτία πάντων οὖσα τὸ ἐφ᾽ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖ, προκαταρκτικὴ δὲ τὸ ἀκώλυτος εἶναι καὶ τελεσιουργὸς ἀπόλλυσιν. οὐδὲ γὰρ ἅπαξ δὶς ἀλλὰ πανταχοῦ μᾶλλον δ᾽ ἐν πᾶσι τοῖς φυσικοῖς γέγραφεταῖς μὲν κατὰ μέρος φύσεσι καὶ κινήσεσιν ἐνστήματα πολλὰ γίγνεσθαι καὶ κωλύματα, τῇ δὲ τῶν ὅλων μηδέν.’ καὶ πῶς εἰς τὰς κατὰ μέρος τῶν ὅλων διατείνουσα κίνησις, ἐμποδιζομένων καὶ κωλυομένων ἐκείνων, ἀνεμπόδιστος αὐτὴ καὶ ἀκώλυτός ἐστιν; οὐδὲ γὰρ τἀνθρώπου φύσις ἀνεμπόδιστος, εἰ μηδ᾽ τοῦ ποδὸς τῆς χειρός: οὐδ᾽ τῆς νεὼς κίνησις ἀκώλυτος ἂν εἴη, ἂν αἱ [p. 278] περὶ τὸ ἱστίον τὴν εἰρεσίαν ἐνέργειαι κωλύσεις τινὰς ἔχωσιν. ἄνευ δὲ τούτων, εἰ μὲν αἱ φαντασίαι μὴ γίγνονται καθ᾽ εἱμαρμένην ... τῶν συγκαταθέσεων: εἰ δ᾽ ὅτι ποιεῖ φαντασίας ἀγωγοὺς ἐπὶ τὴν συγκατάθεσιν, καθ᾽ εἱμαρμένην αἱ συγκαταθέσεις γίγνεσθαι λέγονται, πῶς οὐ μάχεται πρὸς ἑαυτὴν πολλάκις ἐν τοῖς μεγίστοις διαφόρους ποιοῦσα φαντασίας καὶ περισπώσας ἐπὶ τἀναντία τὴν διάνοιαν, ὅτε τοὺς προστιθεμένους τῇ ἑτέρᾳ καὶ μὴ ἐπέχοντας ἁμαρτάνειν λέγουσιν: ἂν μὲν ἀδήλοις εἴκωσι, προπίπτοντας: ἂν δὲ ψευδέσι, διαψευδομένους: ἂν δὲ κοινῶς ἀκαταλήπτοις, δοξάζοντας; καίτοι δεῖ, τριῶν ὄντων, μὴ πᾶσαν εἶναι φαντασίαν εἱμαρμένης ἔργον πᾶσαν παραδοχὴν φαντασίας καὶ συγκατάθεσιν ἀναμάρτητον μηδ᾽ αὐτὴν τὴν εἱμαρμένην ἀνεπίληπτον οὐκ οἶδα γὰρ ὅπως ἀνέγκλητός ἐστι τοιαύτας ποιοῦσα φαντασίας, αἷς τὸ μὴ μάχεσθαι μηδ᾽ ἀντιβαίνειν ἀλλ᾽ ἕπεσθαι καὶ εἴκειν ἐγκλητόν ἐστι. καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; περὶ τοῦμήτε πράττειν μήθ᾽ ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς; ὑποθέσεις τοὺς ἀξιοῦντας, οἰκείας φαντασίας γενομένης, εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους.’ αὖθις δέ φησι Χρὺσιππος [p. 279]καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας καὶ τὸν σοφόν, οὐ συγκατατιθεμένων οὐδ᾽ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον: ἡμᾶς δὲ φαύλους ὄντας ὑπ᾽ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις.’ δὲ τούτων τῶν λόγων ταραχὴ καὶ διαφορὰ πρὸς αὐτοὺς οὐ πάνυ δυσθεώρητός ἐστιν. γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις: ὡς εἴ γε, γιγνώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: