previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῖς φαύλοις οὐδὲν εἶναι χρήσιμον Χρύσιππός φησιν οὐδ᾽ ἔχειν χρείαν τὸν φαῦλον οὐδενὸς οὐδὲ δεῖσθαιταῦτα δ᾽ εἰπὼν ἐν τῷ πρώτῳ τῶν Κατορθωμάτων αὖθις λέγεικαὶ τὴν εὐχρηστίαν καὶ τὴν χάριν εἰς τὰ μέσα διατείνεινὧν οὐδέν ἐστι χρήσιμον κατ᾽ αὐτούς. καὶ μὴν οὐδ᾽ οἰκεῖον οὐδ᾽ ἁρμόττον οὐδὲν εἶναι τῷ φαύλῳ φησὶν ἐν τούτοιςκατὰ ταὐτὰ δὲ τῷ μὲν ἀστείῳ ἀλλότριον οὐδὲν τῷ δὲ φαύλῳ οἰκεῖόν οὐδέν ἐστιν: ἐπειδὴ τὸ μὲν ἀγαθὸν τὸ δὲ κακόν ἐστιν αὐτῶνπῶς οὖν ἀποκναίει πάλιν ἐν παντὶ βιβλίῳ φυσικῷ καὶ ἠθικῷ νὴ Δία γράφων ὡςοἰκειούμεθα πρὸς αὑτοὺς εὐθὺς γενόμενοι καὶ τὰ μέρη καὶ τὰ ἔκγονα τὰ ἑαυτῶν;’ ἐν δὲ τῷ πρώτῳ περὶ Δικαιοσύνηςκαὶ τὰ θηρία φησὶ συμμέτρως τῇ τῶν ἐκγόνων ᾠκειῶσθαι πρὸς αὐτά, πλὴν [p. 228] τῶν ἰχθύων αὐτὰ γὰρ τὰ κυήματα τρέφεται δι᾽ αὑτῶνἀλλ᾽ οὔτ᾽ αἴσθησίς ἐστιν οἷς μηθὲν αἰσθητὸν οὔτ᾽ οἰκείωσις οἷς μηδὲν οἰκεῖον: γὰρ οἰκείωσις αἴσθησις ἔοικε τοῦ οἰκείου καὶ ἀντίληψις εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: