previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γε μὴν οὗτοί τε κοινῇ καὶ οἱ πλεῖστοι τῶν χρωμένων Πλάτωνι φοβούμενοι καὶ παραμυθούμενοι πάντα μηχανῶνται καὶ παραβιάζονται καὶ στρέφουσιν, ὥς τι δεινὸν καὶ ἄρρητον οἰόμενοι δεῖν περικαλύπτειν καὶ ἀρνεῖσθαι, τήν τε τοῦ κόσμου τήν τε τῆς ψυχῆς αὐτοῦ γένεσιν καὶ σύστασιν, οὐκ ἐξ ἀιδίου συνεστώτων οὐδὲ τὸν ἄπειρον χρόνον οὕτως ἐχόντων, ἰδίᾳ τε λόγου τέτευχε καὶ νῦν ἀρκέσει ῥηθέν, ὅτι τὸν περὶ θεῶν ἀγῶνα καὶ λόγον, Πλάτων ὁμολογεῖ φιλοτιμότατα καὶ παρ᾽ ἡλικίαν πρὸς τοὺς ἀθέους κεχρῆσθαι, συγχέουσι, μᾶλλον δ᾽ ὅλως ἀναιροῦσιν. εἰ γὰρ ἀγένητος κόσμος ἐστίν, οἴχεται τῷ Πλάτωνι τὸ πρεσβύτερον τοῦ σώματος τὴν ψυχὴν οὖσαν ἐξάρχειν μεταβολῆς καὶ κινήσεως πάσης, ἡγεμόνα καὶ πρωτουργόν, ὡς αὐτὸς εἴρηκεν, ἐγκαθεστῶσαν. τίς δ᾽ οὖσα καὶ τίνος ὄντος ψυχὴ τοῦ σώματος προτέρα καὶ πρεσβυτέρα λέγεται γεγονέναι, προϊὼν λόγος ἐνδείξεται τοῦτο γὰρ ἠγνοημένον ἔοικε τὴν πλείστην ἀπορίαν καὶ ἀπιστίαν παρέχειν τῆς ἀληθοῦς δόξης. [p. 159]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: