previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πῶς λέγει τὰς ψυχὰς Τίμαιος εἴς τε γῆν καὶ σελήνην καὶ τἄλλα ὅσα ὄργανα χρόνου: σπαρῆναι;’

πότερον οὕτως ἐκίνει τὴν γῆν, ὥσπερ ἣλιον καὶ σελήνην καὶ τοὺς πέντε πλάνητας, οὓς ὄργανα [p. 138] χρόνου διὰ τὰς τροπὰς προσηγόρευε, καὶ ἔδει τὴν γῆνἰλλομένην περὶ τὸν διὰ πάντων πόλον τεταμένονμὴ μεμηχανῆσθαι συνεχομένην καὶ μένουσαν, ἀλλὰ στρεφομένην καὶ ἀνειλουμένην νοεῖν, ὡς ὕστερον Ἀρίσταρχος καὶ Σέλευκος ἀπεδείκνυσαν, μὲν ὑποτιθέμενος μόνον δὲ Σέλευκος καὶ ἀποφαινόμενος; Θεόφραστος δὲ καὶ προσιστορεῖ τῷ Πλάτωνι πρεσβυτέρῳ γενομένῳ μεταμέλειν, ὡς οὐ προσήκουσαν ἀποδόντι τῇ γῇ τὴν μέσην χώραν τοῦ παντός.


τούτοις μὲν ἀντίκειται πολλὰ τῶν ὁμολογουμένως ἀρεσκόντων τἀνδρί: μεταγραπτέον δὲ τὸχρόνου ‘’ χρόνῳλαμβάνοντα ἀντὶ τῆς γενικῆς τὴν δοτικήν, καὶ δεκτέον ὄργανα μὴ τοὺς ἀστέρας ἀλλὰ τὰ σώματα τῶν ζῴων λέγεσθαι; καθάπερ Ἀριστοτέλης ὡρίσατο τὴν ψυχὴνπρώτην ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος.’ ὥστε τοιοῦτον εἶναι τὸν λόγον: αἱ ψυχαὶ εἰς τὰ προσήκοντα ὀργανικὰ σώματα ἐν χρόνῳ κατεσπάρησαν. ἀλλὰ καὶ τοῦτο παρὰ τὴν δόξαν ἐστίν: οὐ γὰρ ἅπαξ ἀλλὰ πολλάκις ὄργανα χρόνου τοὺς ἀστέρας εἴρηκεν, ὅπου καὶ τὸν ἥλιον αὐτὸνεἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονέναιφησὶ μετὰ τῶν ἄλλων πλανήτων.


ἄριστον οὖν τὴν γῆν ὄργανον ἀκούειν χρόνου, μὴ κινουμένην ὥσπερ τοὺς ἀστέρας, ἀλλὰ τῷ περὶ αὑτὴν μένουσαν ἀεὶ παρέχειν ἐκείνοις φερομένοις [p. 139] ἀνατολὰς καὶ δύσεις, αἷς τὰ πρῶτα μέτρα τῶν χρόνων, ἡμέραι καὶ νύκτες, ὁρίζονται: διὸ καίφύλακα καὶ δημιουργὸν αὐτὴν ἀτρεκῆ νυκτὸς καὶ ἡμέραςπροσεῖπε: καὶ γὰρ οἱ τῶν ὡρολογίων γνώμονες οὐ συμμεθιστάμενοι ταῖς σκιαῖς ἀλλ᾽ ἑστῶτες ὄργανα καὶ χρόνου μέτρα γεγόνασι, μιμούμενοι τῆς γῆς τὸ ἐπιπροσθοῦν τῷ ἡλίῳ περὶ αὐτὴν ὑποφερομένῳ, καθάπερ εἶπεν Ἐμπεδοκλῆς
νύκτα δὲ γαῖα τίθησιν, ὑφισταμένη φαέεσσι.
τοῦτο μὲν οὖν τοιαύτην ἔχει τὴν ἐξήγησιν,


ἐκεῖνο δὲ μᾶλλον ἄν τις ὑπίδοιτο, μὴ παρὰ τὸ εἰκὸς ἥλιος καὶ ἀτόπως λέγηται μετὰ τῆς σελήνης καὶ τῶν πλανήτων εἰς διορισμὸν χρόνου γεγονέναι. καὶ γὰρ ἄλλως μέγα τοῦ ἡλίου τὸ ἀξίωμα καὶ ὑπ᾽ αὐτοῦ Πλάτωνος ἐν Πολιτείᾳ βασιλεὺς ἀνηγόρευται παντὸς τοῦ αἰσθητοῦ καὶ κύριος, ὥσπερ τοῦ νοητοῦ τἀγαθόν: ἐκείνου γὰρ ἔκγονος λέγεται, παρέχων τοῖς ὁρατοῖς μετὰ τοῦ φαίνεσθαι τὸ γίγνεσθαι, καθάπερ ἀπ᾽ ἐκείνου τὸ εἶναι καὶ τὸ γιγνώσκεσθαι τοῖς νοητοῖς ὑπάρχει. τὸν δὴ τοιαύτην φύσιν ἔχοντα καὶ δύναμιν τηλικαύτην θεὸν ὄργανον χρόνου γεγονέναι καὶ μέτρον ἐναργὲς τῆς πρὸς ἀλλήλας βραδυτῆτι καὶ τάχει τῶν ὀκτὼ σφαιρῶν διαφορᾶς οὐ πάνυ δοκεῖ πρεπῶδες οὐδ᾽ ἄλλως εὔλογον εἶναι. ῥητέον οὖν τοὺς ὑπὸ τούτων ταραττομένους δἰ ἄγνοιαν οἴεσθαι τὸν χρόνονμέτρον [p. 140] εἶναι κινήσεως καὶ ἀριθμὸν κατὰ τὸ πρότερον καὶ ὕστερονὡς Ἀριστοτέλης εἶπεν, τὸ ἐν κινήσει ποσόνὡς Σπεύσιππος, διάστημα κινήσεωςἄλλο δ᾽ οὐδὲν ὡς ἔνιοι τῶν Στωικῶν ἀπὸ συμβεβηκότος ὁριζόμενοι τὴν δ᾽ οὐσίαν αὐτοῦ καὶ τὴν δύναμιν οὐ συνορῶντες, ἣν τε Πίνδαρος ἔοικεν οὐ φαύλως ὑπονοῶν εἰπεῖν
ἄνακτα τὸν πάντων ὑπερβάλλοντα χρόνον μακάρων
τε Πυθαγόρας, ἐρωτηθεὶς τί χρόνος ἐστί, τὴν τούτου ψυχὴν εἰπεῖν. οὐ γὰρ πάθος οὐδὲ συμβεβηκὸς ἧς ἔτυχε κινήσεως χρόνος ἐστίν, αἰτία δὲ καὶ δύναμις καὶ ἀρχὴ τῆς πάντα συνεχούσης τὰ γιγνόμενα συμμετρίας καὶ τάξεως, ἣν τοῦ ὅλου φύσις ἔμψυχος οὖσα κινεῖται: μᾶλλον δὲ κίνησις οὖσα καὶ τάξις αὐτὴ καὶ συμμετρία χρόνος καλεῖται:
πάντα γὰρ δι᾽ ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ᾽ ἄγει
καὶ γὰρ ψυχῆς οὐσία κατὰ τοὺς παλαιοὺςἀριθμὸς ἦν αὐτὸς ἑαυτόν κινῶνδιὸ δὴ καὶ Πλάτων ἔφηχρόνον ἅμα μετ᾽ οὐρανοῦ γεγονέναικίνησιν δὲ καὶ πρὸ τῆς τοῦ οὐρανοῦ γενέσεως. χρόνος δ᾽ οὐκ ἦν: οὐδὲ γὰρ τάξις οὐδὲ μέτρον οὐδὲν οὐδὲ διορισμός, ἀλλὰ κίνησις ἀόριστος ὥσπερ ἄμορφος ὕλη [p. 141] χρόνου καὶ ἀσχημάτιστος: ἐπικλύσασα δ᾽ ἐν χρόᾳ καὶ καταβαλοῦσα τὴν μὲν ὕλην σχήμασι τὴν δὲ κίνησιν περιόδοις, τὴν μὲν κόσμον ἅμα τὴν δὲ χρόνον ἐποίησεν. εἰκόνες δ᾽ εἰσὶν ἄμφω τοῦ θεοῦ, τῆς μὲν οὐσίας κόσμος τῆς δ᾽ ἀιδιότητος χρόνος ἐν κινήσει, καθάπερ ἐν γενέσει θεὸς κόσμος. ὅθεν ὁμοῦ γεγονότας φησὶν ὁμοῦ καὶ λυθήσεσθαι πάλιν, ἄν τις αὐτοὺς καταλαμβάνῃ λύσις: οὐ γὰρ οἷὸν τ᾽ εἶναι χωρὶς χρόνου τὸ γενητὸν ὥσπερ οὐδὲ τὸ νοητὸν αἰῶνος, εἰ μέλλει τὸ μὲν ἀεὶ μένειν τὸ δὲ μηδέποτε διαλύεσθαι γιγνόμενον. οὕτως οὖν ἀναγκαίαν πρὸς τὸν οὐρανὸν ἔχων συμπλοκὴν καὶ συναρμογὴν χρόνος οὐχ ἁπλῶς ἐστι κίνησις, ἀλλ᾽ ὥσπερ εἴρηται κίνησις ἐν τάξει μέτρον ἐχούσῃ καὶ πέρατα καὶ περιόδους: ὧν ἥλιος ἐπιστάτης ὢν καὶ σκοπὸς ὁρίζειν καὶ βραβεύειν καὶ ἀναδεικνύναι καὶ ἀναφαίνειν μεταβολὰς καὶ ὥρας, ‘αἳ πάντα φέρουσικαθ᾽ Ἡράκλειτον, οὐδὲ φαύλων οὐδὲ μικρῶν ἀλλὰ τῶν μεγίστων καὶ κυριωτάτων τῷ ἡγεμόνι καὶ πρώτῳ θεῷ γίγνεται συνεργός.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: