previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔπειτα σκόπει μὴ παρακούωμεν τοῦ Πλάτωνος, ἐκ τούτων κεράννυσθαι τὸν λόγον οὐ διὰ τούτων εἰρηκότος: εἶθ᾽ ὥσπερ τὸν λέγοντα τὸ φάρμακον ἐκ κηροῦ μεμῖχθαι καὶ χαλβάνης; συκοφαντῶν, ἐπεὶ τὸ πῦρ παρέλιπε καὶ τὸ ἀγγεῖον ὧν χωρὶς; οὐκ ἐνῆν μεμῖχθαι, καὶ ἡμεῖς ὁμοίως ἐγκαλῶμεν ὅτι συνδέσμους καὶ προθέσεις καὶ τὰ τοιαῦτα παρῆκεν οὐ γὰρ ἐκ τούτων λόγος ἀλλ᾽, εἴπερ ἄρα, διὰ τούτων καὶ οὐκ ἄνευ τούτων κεράννυσθαι πέφυκεν. οὐ γάρ, ὥσπερ τὸτύπτειφθεγξάμενος τὸτύπτεταικαὶ πάλιν τὸΣωκράτης τὸΠυθαγόραςἁμωσγέπως νοῆσαί τι καὶ διανοηθῆναι παρέσχηκεν, οὕτω, τοῦμένγάρ [p. 148]περίκαθ᾽ αὑτὸ ἐκφωνηθέντος, ἔστιν ἔννοιάν τινα λαβεῖν πράγματος σώματος: ἀλλ᾽ ἐὰν μὴ περὶ ἐκεῖνα καὶ μετ᾽ ἐκείνων ἐκφέρηται, ψόφοις κενοῖς καὶ ἤχοις ἔοικεν: ὅτι ταῦτα μὲν οὔτε καθ᾽ αὑτὰ σημαίνειν οὔτε μετ᾽ ἀλλήλων οὐδὲν πέφυκεν, ἀλλ᾽ ὅπως ἂν συμπλέκωμεν μιγνύωμεν εἰς ταὐτὸ συνδέσμους καὶ ἄρθρα καὶ προθέσεις, ἕν τι πειρώμενοι κοινὸν ἐξ αὐτῶν ποιεῖν, τερετίζειν μᾶλλον διαλέγεσθαι δόξομεν: ῥήματος δ᾽ ὀνόματι συμπλεκομένου, τὸ γενόμενον εὐθὺς διάλεκτός ἐστι καὶ λόγος. ὅθεν εἰκότως ἔνιοι μόνα ταῦτα μέρη τοῦ λόγου τίθενται: καὶ Ὅμηρος ἴσως τοῦτο βούλεται δηλοῦν ἑκάστοτε λέγων
ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζεν
ἔπος γὰρ τὸ ῥῆμα καλεῖν εἴωθεν, ὥσπερ ἐν τούτοις
γύναι, μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες
καὶ
χαῖρε πάτερ ξεῖνε, ἔπος δ᾽ εἴπερ τι λέλεκται
δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι.
οὔτε γὰρ σύνδεσμον οὔτ᾽ ἄρθρον οὔτε πρόθεσιν δεινὸν ἔστι καὶ θυμαλγὲς εἰπεῖν, ἀλλὰ ῥῆμα πράξεως ἐμφαντικὸν αἰσχρᾶς πάθους τινὸς ἀνεπιτηδείου. διὸ καὶ ποιητὰς καὶ συγγραφεῖς εἰώθαμεν ἐπαινεῖν ψέγειν οὕτω πως λέγοντεςἈττικοῖς ὀνόμασιν δεῖνα κέχρηται’ ‘καλοῖς ῥήμασιν᾽ πάλινπεζοῖς[p. 149] τὸ δέ γεπεζοῖςκαλοῖςπάλινκαὶ Ἀττικοῖς ἄρθροιςοὐκ ἂν εἴποι τις Εὐριπίδην Θουκυδίδην διειλέχθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: