previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα τοῦ Θέωνος εἰπόντος, ‘κάλλιστὰ γ᾽ἔφηνκαὶ ἄριστα τῇ παιδιᾷ τοῦ λόγου τὰς ὀφρῦς ἡμῶν ἔλυσας, δι᾽ καὶ θάρσος ἡμῖν ἐγγίγνεται πρὸς τὴν ἀπόκρισιν, μὴ πάνυ πικρὰν μηδ᾽ αὐστηρὰν εὐθύνην προσδοκῶσι: καὶ γὰρ ὡς ἀληθῶς τῶν σφόδρα πεπεισμένων τὰ τοιαῦτα διαφέρουσιν οὐδὲν οἱ σφόδρα δυσκολαίνοντες αὐτοῖς καὶ διαπιστοῦντες ἀλλὰ μὴ πράως τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον ἐθέλοντες ἐπισκοπεῖν, εὐθὺς οὖν τὸ πρῶτον οὐκ ἀναγκαῖόν ἐστιν, εἰ μὴ κατοικοῦσιν ἄνθρωποι τὴν σελήνην, μάτην γεγονέναι καὶ πρὸς μηδέν. οὐδὲ γὰρ τήνδε τὴν γῆν δι᾽ ὅλης ἐνεργὸν οὐδὲ προσοικουμένην ὁρῶμεν, ἀλλὰ μικρὸν αὐτῆς μέρος, ὥσπερ ἄκροις τισὶν χερρονήσοις ἀνέχουσιν ἐκ βυθοῦ γόνιμόν ἐστι ζῴων καὶ φυτῶν, τῶν δ᾽ ἄλλων τὰ μὲν ἔρημα καὶ ἄκαρπα χειμῶσι καὶ αὐχμοῖς, τὰ δὲ πλεῖστα κατὰ τῆς μεγάλης δέδυκε θαλάσσης. ἀλλὰ σύ, τὸν Ἀρίσταρχον ἀγαπῶν ἀεὶ καὶ θαυμάζων, οὐκ ἀκούεις Κράτητος ἀναγιγνώσκοντος
Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται
ἀνδράσιν ἠδὲ θεοῖς, πλείστην ἐπὶ γαῖαν ἵησιν.
ἀλλὰ πολλοῦ δεῖ μάτην ταῦτα γεγονέναι: καὶ γὰρ ἀναθυμιάσεις θάλασσα μαλακὰς ἀνίησι καὶ τῶν [p. 453] πνευμάτων τὰ ἥδιστα, θέρους ἀκμάζοντος, ἐκ τῆς ἀοικήτου καὶ κατεψυγμένης αἱ χιόνες ἀτρέμα διατηκόμεναι χαλῶσι καὶ διασπείρουσινἡμέρας τε καὶ νυκτὸςἕστηκεν ἀτρεκὴς ἐν μέσῳφύλαξκατὰ Πλάτωνακαὶ δημιουργός.’ οὐδὲν οὖν κωλύει καὶ τὴν σελήνην ζῴων μὲν ἔρημον εἶναι, παρέχειν δ᾽ ἀνακλάσεις τε τῷ φωτὶ περὶ αὐτὴν διαχεομένῳ καὶ συρροὴν ταῖς τῶν ἀστέρων αὐγαῖς ἐν αὐτῇ καὶ σύγκρασιν , συνεκπέττει τε τὰς ἀπὸ τῆς γῆς ἀναθυμιάσεις , ἅμα τε καὶ τοῦ ἡλίου τὸ ἔμπυρον ἄγαν καὶ σκληρὸν ἀνίησι. καὶ πού τι καὶ παλαιᾷ φήμῃ διδόντες Ἄρτεμιν αὐτὴν νομισθῆναι φήσομεν ὡς παρθένον καὶ ἄγονον, ἄλλως δὲ βοηθητικὴν καὶ ὠφέλιμον. ἔπειτα τῶν γ᾽ εἰρημένων οὐδέν, φίλε Θέων, ἀδύνατον δείκνυσι τὴν λεγομένην ἐπ᾽ αὐτῆς οἴκησιν: τε γὰρ δίνη πολλὴν ἔχουσα πραότητα καὶ γαλήνην ἐπιλεαίνει τὸν ἀέρα καὶ διανέμει συγκατακοσμούμενον, ὥστε μηδὲν εἶναι δέος ἐκπεσεῖν καὶ ἀποσφαλῆναι τοὺς ἐκεῖ βεβιωκότας: τε μεταλλαγὴ καὶ τὸ ποικίλον τοῦτο τῆς φορᾶς καὶ πεπλανημένον οὐκ ἀνωμαλίας οὐδὲ ταραχῆς ἐστιν, ἀλλὰ θαυμαστὴν ἐπιδείκνυνται τάξιν ἐν τούτοις καὶ πορείαν οἱ ἀστρολόγοι, κύκλοις τισὶ περὶ κύκλους ἑτέρους ἐξελιττομένοις συνάγοντες αὐτὴν οἱ μὲν [p. 454] ἀτρεμοῦσαν, οἱ δὲ λείως καὶ ὁμαλῶς ἀεὶ τάχεσι τοῖς αὐτοῖς ἀνθυποφερομένην: αὗται γὰρ αἱ τῶν κύκλων ἐπιβάσεις καὶ περιαγωγαὶ καὶ σχέσεις πρὸς ἀλλήλους καὶ πρὸς ἡμᾶς τὰ φαινόμενα τῆς κινήσεως ὕψη καὶ βάθη καὶ τὰς κατὰ πλάτος παραλλάξεις ἅμα ταῖς κατὰ μῆκος αὐτῆς περιόδοις ἐμμελέστατα συμπεραίνουσι. τὴν δὲ πολλὴν θερμότητα καὶ συνεχῆ πύρωσιν ὑφ᾽ ἡλίου παύσῃ φοβούμενος, ἂν πρῶτον μὲν ἀντιθῇς ταῖς ἕνδεκα θεριναῖς συνόδοις τὰς πανσελήνους: εἴσῃ δὲ τὸ συνεχὲς τῆς μεταβολῆς ταῖς ὑπερβολαῖς χρόνον οὐκ ἐχούσαις πολὺν ἐμποιεῖν κρᾶσιν οἰκείαν καὶ τὸ ἄγαν ἑκατέρας ἀφαιρεῖν, ἀμέσου δὲ τούτων, ὡς εἰκός, ὥραν ἔαρι προσφορωτάτην ἔχουσιν. ἔπειτα πρὸς μὲν ἡμᾶς καθίησι δἰ ἀέρος θολεροῦ καὶ συνεπερείδοντος; θερμότητα ταῖς ἀναθυμιάσεσι τρεφομένην: ἐκεῖ δὲ λεπτὸς ὢν καὶ διαυγὴς ἀὴρ σκίδνησι καὶ διαχεῖ τὴν αὐγήν, ὑπέκκαυμα καὶ σῶμα μηδὲν ἔχουσαν. ὕλην δὲ καὶ καρποὺς αὐτοῦ μὲν ὄμβροι τρέφουσιν, ἑτέρωθι δέ, ὥσπερ ἄνω περὶ Θήβας παρ᾽ ὑμῖν καὶ Συήνην, οὐκ ὄμβριον ὕδωρ ἀλλὰ γηγενὲς γῆ πίνουσα καὶ χρωμένη πνεύμασι καὶ δρόσοις οὐκ ἂν ἐθελήσειεν, [p. 455] οἶμαι, τῇ πλεῖστον ὑομένῃ πολυκαρπία συμφέρεσθαι δι᾽ ἀρετήν τινα καὶ κρᾶσιν. τὰ δ᾽ αὐτὰ φυτὰ τῷ γένει παρ᾽ ἡμῖν μέν, ἐὰν σφόδρα πιεσθῇ χειμῶσιν, ἐκφέρει πολὺν καὶ καλὸν καρπόν ἐν δὲ Λιβύῃ καὶ παρ᾽ ὑμῖν: ἐν Αἰγύπτῳ δύσριγα κομιδῇ καὶ δειλὰ πρὸς χειμῶνάς; ἐστι. τῆς δὲ Γεδρωσίας καὶ Τρωγλοδύτιδος, καθήκει πρὸς τὸν ὠκεανόν ἀφόρου διὰ ξηρότητα καὶ ἀδένδρου παντάπασιν οὔσης, ἐν τῇ παρακειμένῃ καὶ περικεχυμένῃ θαλάττῃ θαυμαστὰ μεγέθη φυτῶν τρέφεται καὶ κατὰ βυθοῦ τέθηλεν: ὧν τὰ μὲν ἐλαίας τὰ δὲ δάφνας τὰ δ᾽ Ἴσιδος τρίχας καλοῦσιν. οἱ δ᾽ ἀνακαμψέρωτες οὗτοι προσαγορευόμενοι, τῆς γῆς ἐξαιρεθέντες, οὐ μόνον ζῶσι κρεμάμενοι χρόνον ὅσον βούλεταί τις ἀλλὰ βλαστάνουσιν. σπείρεται δὲ τὰ μὲν πρὸς χειμῶνος τὰ δὲ θέρους ἀκμάζοντος, ὥσπερ σήσαμον καὶ μελίνη: τὸ δὲ θύμον τὸ κενταύριον ἂν εἰς ἀγαθὴν καὶ πίονα σπαρῇ χώραν καὶ βρέχηται καὶ ἄρδηται, τῆς κατὰ φύσιν ἐξίσταται ποιότητος καὶ ἀποβάλλει τὴν δύναμιν, αὐχμῷ δὲ χαίρει καὶ πρὸς τὸ οἰκεῖον ἐπιδίδωσιν: εἰ δ᾽ ὥς φασιν οὐδὲ τὰς δρόσους ἀνέχεται, καθάπερ τὰ πλεῖστα τῶν Ἀραβικῶν, ἀλλ᾽ ἐξαμαυροῦται διαινόμενα καὶ φθείρεται, τί δὴ θαυμαστόν ἐστιν εἰ γίγνονται περὶ τὴν σελήνην ῥίζαι καὶ σπέρματα καὶ ὗλαι μηδὲν ὑετῶν δεόμεναι μηδὲ χιόνων [p. 456] ἀλλὰ πρὸς θερινὸν ἀέρα καὶ λεπτὸν εὐφυῶς ἔχουσαι; πῶς δ᾽ οὐκ εἰκὸς; ἀνιέναι τε πνεύματα θαλπόμενα τῇ σελήνῃ καὶ τῷ σάλῳ τῆς περιφορᾶς αὔρας τε παρομαρτεῖν ἀτρέμα, καὶ δρόσους καὶ ὑγρότητας ἐλαφρὰς περιχεούσας, καὶ διασπειρομένας ἐπαρκεῖν τοῖς βλαστάνουσιν, αὐτὴν δὲ τῇ κράσει μὴ πυρώδη μηδ᾽ αὐχμηρὰν ἀλλὰ μαλακὴν καὶ ὑδροποιὸν εἶναι; ξηρότητος μὲν γὰρ οὐδὲν ἀφικνεῖται πάθος ἀπ᾽ αὐτῆς πρὸς ἡμᾶς, ὑγρότητος δὲ πολλὰ καὶ θηλύτητος, αὐξήσεις φυτῶν, σήψεις κρεῶν, τροπαὶ καὶ ἀνέσεις οἴνων, μαλακότητες ξύλων, εὐτοκίαι γυναικῶν. δέδοικα δ᾽ ἡσυχάζοντα Φαρνάκην αὖθις ἐρεθίζειν καὶ κινεῖν, ὠκεανοῦ τε πλημμύρας ὡς λέγουσιν αὐτοὶ καὶ πορθμῶν ἐπιδόσεις, διαχεομένων καὶ αὐξανομένων ὑπὸ τῆς σελήνης τῷ ἀνυγραίνεσθαι, παρατιθέμενος. διὸ πρὸς σὲ τρέψομαι μᾶλλον, φίλε Θέων λέγεις γὰρ ὑμῖν, ἐξηγούμενος ταυτὶ τὰ Ἀλκμᾶνος
Διὸς θυγάτηρ Ἔρσα τρέφει καὶ δίας Σελάνας,
ὅτι νῦν τὸν ἀέρα καλεῖ Δία καί φησιν αὐτὸν ὑπὸ τῆς σελήνης καθυγραινόμενον εἰς δρόσους τρέπεσθαι. κινδυνεύει γάρ, ἑταῖρε, πρὸς τὸν ἣλιον ἀντιπαθῆ φύσιν ἔχειν: εἴγε μὴ μόνον, ὅσα πυκνοῦν καὶ ξηραίνειν ἐκεῖνος, αὕτη μαλάσσειν καὶ διαχεῖν πέφυκεν [p. 457] ἀλλὰ καὶ τὴν ἀπ᾽ ἐκείνου θερμότητα καθυγραίνειν καὶ καταψύχειν προσπίπτουσαν αὐτῇ καὶ συμμιγνυμένην. οἵ τε δὴ τὴν σελήνην ἔμπυρον σῶμα καὶ διακαὲς εἶναι νομίζοντες ἁμαρτάνουσιν οἵ τε τοῖς ἐκεῖ ζῴοις ὅσα τοῖς ἐνταῦθα πρὸς γένεσιν καὶ τροφὴν καὶ δίαιταν ἀξιοῦντες ὑπάρχειν, ἐοίκασιν ἀθέατοι τῶν περὶ τὴν φύσιν ἀνωμαλιῶν, ἐν αἷς μείζονας ἔστι καὶ πλείονας πρὸς ἄλληλα τῶν ζῴων πρὸς τὰ μὴ ζῷα διαφορὰς καὶ ἀνομοιότητας εὑρεῖν. καὶ εὔστομοι μὲν ἄνθρωποι καὶ ὀσμαῖς τρεφόμενοι μὴ ἔστωσαν, οἳ μηδ᾽ εἶναί μοι δοκοῦσιν: ἣν δ᾽ Ἀμμώνιος ἡμῖν αὐτὸς ἐξηγεῖτο δύναμιν, ᾐνίξατο μὲν Ἡσίοδος εἰπών
οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ
ἔργῳ δ᾽ ἐμφανῆ παρέσχεν Ἐπιμενίδης, διδάξας ὅτι μικρῷ παντάπασιν φύσις ὑπεκκαύματι ζωπυρεῖ καὶ συνέχει τὸ ζῷον, ἂν ὅσον ἐλαίας μέγεθος λάβῃ, μηδεμιᾶς ἔτι τροφῆς δεόμενον. τοὺς δ᾽ ἐπὶ τῆς σελήνης, εἴπερ εἰσίν, εὐσταλεῖς εἶναι τοῖς σώμασι καὶ διαρκεῖς ὑπὸ τῶν τυχόντων τρέφεσθαι πιθανόν ἐστι: καὶ γὰρ αὐτὴν τὴν σελήνην, ὥσπερ τὸν ἣλιον, ζῷον ὄντα πύρινον καὶ τῆς γῆς ὄντα πολλαπλάσιον, ἀπὸ τῶν ὑγρῶν φασι τῶν ἀπὸ τῆς γῆς τρέφεσθαι, καὶ τοὺς ἄλλους ἀστέρας ἀπείρους ὄντας: οὕτως [p. 458] ἐλαφρὰ καὶ λιτὰ τῶν ἀναγκαίων φέρειν ζῷα τὸν ἄνω τόπον ὑπολαμβάνουσιν. ἀλλ᾽ οὔτε ταῦτα συνορῶμεν οὔτε ὅτι καὶ χώρα καὶ φύσις καὶ κρᾶσις ἄλλη πρόσφορός ἐστιν αὐτοῖς: ὥσπερ οὖν εἰ, τῇ θαλάττῃ μὴ δυναμένων ἡμῶν προσελθεῖν μηδ᾽ ἅψασθαι μόνον δὲ τὴν θέαν αὐτῆς πόρρωθεν ἀφορώντων καὶ πυνθανομένων ὅτι πικρὸν καὶ ἄποτον καὶ ἁλμυρὸν ὕδωρ ἐστίν, ἔλεγέ τις ὡς ζῷα πολλὰ καὶ μεγάλα καὶ παντοδαπὰ ταῖς μορφαῖς τρέφει κατὰ βάθους καὶ θηρίων ἐστὶ πλήρης ὕδατι χρωμένων ὅσαπερ ὑμεῖς ἀέρι, μύθοις ἂν ὅμοια καὶ τέρασιν ἐδόκει περαίνειν οὕτως ἐοίκαμεν ἔχειν καὶ ταὐτὸ πάσχειν πρὸς τὴν σελήνην, ἀπιστοῦντες ἐκεῖ τινας ἀνθρώπους κατοικεῖν. ἐκείνους δ᾽ ἂν οἴομαι πολὺ μᾶλλον ἀποθαυμάσαι τὴν γῆν, ἀφορῶντας οἷον ὑποστάθμην καὶ ἰλὺν τοῦ παντὸς ἐν ὑγροῖς καὶ ὁμίχλαις καὶ νέφεσι διαφαινομένην ἀλαμπὲς καὶ ταπεινὸν καὶ ἀκίνητον χωρίον, εἰ ζῷα φύει καὶ τρέφει μετέχοντα κινήσεως ἀναπνοῆς θερμότητος: κἂν εἴ ποθεν αὐτοῖς ἐγγένοιτο τῶν Ὁμηρικῶν τούτων ἀκοῦσαι
σμερδαλέ᾽, εὐρώεντα, τά τε στυγέουσι θεοί περ
καὶ
τόσσον ἔνερθ᾽ Ἀίδεω, ὅσον οὐρανὸς ἔστ᾽ ἀπὸ γαίης,
ταῦτα φήσουσιν ἀτεχνῶς περὶ τοῦ χωρίου τούτου λέγεσθαι καὶ τὸν Ἅιδην ἐνταῦθα καὶ τὸν Τάρταρον [p. 459] ἀπῳκίσθαι, γῆν δὲ μίαν εἶναι τὴν σελήνην, ἴσον ἐκείνων τῶν ἄνω καὶ τῶν κάτω τούτων ἀπέχουσαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Harold Cherniss and William C. Helmbold, 1957)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: