previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰπόντος δὲ τοῦτο τοῦ Λευκίου, [p. 440] συνεξέδραμον ἅμα πως τῷ λόγῳ τε Φαρνάκης καὶ Ἀπολλωνίδης εἶτα, τοῦ Ἀπολλωνίδου παρέντος, Φαρνάκης εἶπεν, ὅτι τοῦτο καὶ μάλιστα τὴν σελήνην δείκνυσιν ἄστρον πῦρ οὖσαν: οὐ γάρ ἐστι παντελῶς ἄδηλος ἐν ταῖς ἐκλείψεσιν, ἀλλὰ διαφαίνει τινὰ χρόαν ἀνθρακώδη καὶ βλοσυράν, ἣτις ἴδιός ἐστιν αὐτῆς. δ᾽ Ἀπολλωνίδης ἐνέστη περὶ τῆς σκιᾶς ἀεὶ γὰρ οὕτως ὀνομάζειν τοὺς μαθηματικοὺς; τὸν ἀλαμπῆ τόπον σκιάν τε μὴ δέχεσθαι τὸν οὐρανόν. ἐγὼ δὲτοῦτο μὲνἔφηνπρὸς τοὔνομα μᾶλλον ἐριστικῶς πρὸς τὸ πρᾶγμα φυσικῶς καὶ μαθηματικῶς ἐνισταμένου: τὸν γὰρ ἀντιφραττόμενον ὑπὸ τῆς γῆς τόπον εἰ μὴ σκιάν τις ἐθέλοι καλεῖν ἀλλ᾽ ἀφεγγὲς χωρίον, ὅμως ἀναγκαῖον ἐν αὐτῷ τὴν σελήνην γενομένην ... . καὶ ὅλωςἔφηνεὔηθές ἐστιν ἐκεῖ μὴ φάναι τῆς γῆς ἐξικνεῖσθαι τὴν σκιάν, ὅπου σκιὰ τῆς σελήνης ἐπιπίπτουσα τῇ ὄψει καὶ διήκουσα πρὸς τὴν γῆν ἔκλειψιν ἡλίου ποιεῖ. πρὸς; σὲ δέ, Φαρνάκη, τρέψομαι: τὸ γὰρ ἀνθρακῶδες ἐκεῖνο καὶ διακαὲς χρῶμα τῆς σελήνης, φῂς ἴδιον αὐτῆς εἶναι, σώματός ἐστι πυκνότητα καὶ βάθος ἔχοντος: οὐδὲν γὰρ ἐθέλει τοῖς ἀραιοῖς ὑπόλειμμα φλογὸς οὐδ᾽ ἴχνος ἐμμένειν οὐδ᾽ ἔστιν ἄνθρακος γένεσις, οὗ μὴ στερέμνιον σῶμα, δεξάμενον διὰ βάθους [p. 441] τὴν πύρωσιν καὶ σῷζον: ὥς που καὶ Ὅμηρος εἴρηκεν
αὐτὰρ ἐπεὶ πυρὸς ἄνθος ἀπέπτατο, παύσατο δὲ φλὸξ
ἀνθρακιὴν στορέσασα
γὰρ ἄνθραξ ἔοικεν οὐ πῦρ ἀλλὰ σῶμα πεπυρωμένον εἶναι καὶ πεπονθὸς ὑπὸ πυρός, στερεῷ καὶ ῥίζαν ἔχοντι προσμένοντος ὄγκῳ καὶ προσδιατρίβοντος: αἱ δὲ φλόγες ἀραιᾶς εἰσιν ἔξαψις καὶ ῥεύματα τροφῆς; καὶ ὕλης, ταχὺ δι᾽ ἀσθένειαν ἀναλυομένης: ὥστ᾽ οὐδὲν ἂν ὑπῆρχε τοῦ γεώδη καὶ πυκνὴν εἶναι τὴν σελήνην ἕτερον οὕτως ἐναργὲς τεκμήριον, εἴπερ αὐτῆς ἴδιον ἦν ὡς χρῶμα τὸ ἀνθρακῶδες. ἀλλ᾽ οὐκ ἔστιν, φίλε Φαρνάκη: πολλὰς γὰρ ἐκλείπουσα χρόας ἀμείβει καὶ διαιροῦσιν αὐτὰς οὕτως οἱ μαθηματικοὶ κατὰ χρόνον: καὶ ὥραν ἀφορίζοντες ἂν ἀφ᾽ ἑσπέρας ἐκλείπῃ, φαίνεται μέλαινα δεινῶς ἄχρι τρίτης ὥρας καὶ ἡμισείας: ἂν δὲ μέσῃ, τοῦτο δὴ τὸ ἐπιφοινίσσον ἵησι καὶ πυρωπόν: ἀπὸ δ᾽ ἑβδόμης ὥρας καὶ ἡμισείας ἀνίσταται τὸ ἐρύθημα: καὶ τέλος ἤδη πρὸς ἕω λαμβάνει χρόαν κυανοειδῆ καὶ χαροπήν, ἀφ᾽ ἧς δὴ καὶ μάλισταγλαυκῶπιναὐτὴν οἱ ποιηταὶ καὶ Ἐμπεδοκλῆς ἀνακαλοῦνται. τοσαύτας οὖν χρόας ἐν τῇ σκιᾷ τὴν σελήνην λαμβάνουσαν ὁρῶντες οὐκ ὀρθῶς ἐπὶ μόνον καταφέρονται τὸ ἀνθρακῶδες, μάλιστα φήσαι τις ἂν ἀλλότριον αὐτῆς [p. 442] εἶναι καὶ μᾶλλον ὑπόμιγμα καὶ λεῖμμα τοῦ φωτὸς διὰ τῆς σκιᾶς περιλάμποντος: ἴδιον δὲ τὸ μέλαν καὶ γεῶδες. ὅπου δὲ πορφυρίσιν ἐνταῦθα καὶ φοινικίσι λίμναις τε καὶ ποταμοῖς δεχομένοις ἣλιον ἐπίσκια χωρία γειτνιῶντα συγχρῴζεται καὶ περιλάμπεται, διὰ τὰς ἀνακλάσεις ἀποδιδόντα πολλοὺς καὶ διαφόρους ἀπαυγασμούς, τί θαυμαστὸν εἰ ῥεῦμα πολὺ σκιᾶς: ἐμβάλλον ὥσπερ εἰς πέλαγος οὐράνιον οὐ σταθεροῦ φωτὸς οὐδ᾽ ἠρεμοῦντος ἀλλὰ μυρίοις ἄστροις ἐλαυνομένου μίξεις τε παντοδαπὰς καὶ μεταβολὰς λαμβάνοντος, ἄλλην ἄλλοτε χρόαν ἐκματτόμενον ἀπὸ τῆς σελήνης ἐνταῦθ᾽ ἀποδίδωσιν; ἄστρον. μὲν γὰρ πῦρ οὐκ ἂν ἐν σκιᾷ διαφανείη μέλαν γλαυκὸν κυανοειδές: ὄρεσι δὲ καὶ πεδίοις καὶ θαλάσσαις πολλαὶ μὲν ἀφ᾽ ἡλίου μορφαὶ χρωμάτων ἐπιτρέχουσι καὶ σκιαῖς καὶ ὁμίχλαις, οἵας φαρμάκοις γραφικοῖς μιγνύμενον ἐπάγει βαφὰς τὸ λαμπρόν: ὧν τὰ μὲν τῆς θαλάττης ἐπικεχείρηκεν ἁμωσγέπως ἐξονομάζειν Ὅμηροςἰοειδέακαλῶν καὶοἴνοπα πόντον,’ αὖθις δέπορφύρεον κῦμα’ ‘γλαυκήντ᾽ ἄλλωςθάλασσανκαὶλευκὴν γαλήνηντὰς δὲ περὶ τὴν γῆν διαφορὰς τῶν ἄλλοτ᾽ ἄλλως ἐπιφαινομένων χρωμάτων παρῆκεν, ὡς ἀπείρους τὸ πλῆθος οὔσας. τὴν δὲ σελήνην οὐκ εἰκὸς ὥσπερ τὴν θάλασσαν μίαν ἔχειν ἐπιφάνειαν, ἀλλ᾽ ἐοικέναι μάλιστα τῇ γῇ τὴν φύσιν, ἣν ἐμυθολόγει Σωκράτης παλαιός, εἴτε δὴ ταύτην αἰνιττόμενος εἴτε δὴ [p. 443] ἄλλην τινὰ διηγούμενος οὐ γὰρ ἄπιστον οὐδὲ θαυμαστόν, εἰ μηδὲν ἔχουσα διεφθορὸς ἐν ἑαυτῇ μηδ᾽ ἰλυῶδες, ἀλλὰ φῶς τε καρπουμένη καθαρὸν ἐξ οὐρανοῦ καὶ θερμότητος οὐ διακαοῦς οὐδὲ μανικοῦ πυρὸς ἀλλὰ νοτεροῦ καὶ ἀβλαβοῦς καὶ κατὰ φύσιν ἔχοντος οὖσα πλήρης, κάλλη τε θαυμαστὰ κέκτηται τόπων ὄρη τε φλογοειδῆ καὶ ζώνας ἁλουργοὺς ἔχει χρυσόν τε καὶ ἄργυρον οὐκ ἐν βάθει διεσπαρμένον, ἀλλὰ πρὸς τοῖς πεδίοις ἐξανθοῦντα πολὺν πρὸς ὕψεσι λείοις περιφερόμενον: εἰ δὲ τούτων ὄψις ἀφικνεῖται διὰ τῆς σκιᾶς ἄλλοτ᾽ ἄλλη πρὸς ἡμᾶς ἐξαλλαγῇ καὶ διαφορᾷ τινι τοῦ περιέχοντος, τό γε μὴν τίμιον οὐκ ἀπόλλυσι τῆς δόξης οὐδὲ τὸ θεῖον σελήνη, ἥτις ... ἱερὰ πρὸς ἀνθρώπων νομιζομένη μᾶλλον πῦρ θολερόν, ὥσπερ οἱ Στωικοὶ λέγουσι, καὶ τρυγῶδες. πῦρ μέν γε παρὰ Μήδοις καὶ Ἀσσυρίοις βαρβαρικὰς ἔχει τιμάς, οἳ φόβῳ τὰ βλάπτοντα θεραπεύουσι πρὸ τῶν σεμνῶν ἀφοσιούμενοι: τὸ δὲ γῆς ὄνομα παντί που φίλον Ἕλληνι καὶ τίμιον, καὶ πατρῷον ἡμῖν ὥσπερ ἄλλον τινὰ θεὸν σέβεσθαι. πολλοῦ δὲ δέομεν ἄνθρωποι τὴν σελήνην, γῆν οὖσαν ὀλυμπίαν, ἄψυχον ἡγεῖσθαι σῶμα καὶ ἄνουν καὶ ἄμοιρον ὧν θεοῖς ἀπάρχεσθαι προσήκει, νόμῳ τε τῶν ἀγαθῶν ἀμοιβὰς τίνοντας καὶ κατὰ φύσιν σεβομένους τὸ κρεῖττον ἀρετῇ καὶ δυνάμει [p. 444] καὶ τιμιώτερον. ὥστε μηδὲν οἰώμεθα πλημμελεῖν γῆν αὐτὴν θέμενοι, τὸ δὲ φαινόμενον τουτὶ πρόσωπον αὐτῆς, ὥσπερ παρ᾽ ἡμῖν ἔχει γῆ κόλπους τινὰς μεγάλους, οὕτως ἐκείνην ἀνεπτύχθαι βάθεσι μεγάλοις καὶ ῥήξεσιν ὕδωρ ζοφερὸν ἀέρα περιέχουσιν, ὧν ἐντὸς οὐ καθίησιν οὐδ᾽ ἐπιψαύει τὸ τοῦ ἡλίου φῶς, ἀλλ᾽ ἐκλείπει καὶ διεσπασμένην ἐνταῦθα τὴν ἀνάκλασιν ἀποδίδωσιν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Harold Cherniss and William C. Helmbold, 1957)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: