τινάς, ἀεὶ λεγομένην, ὡς ἀναγκαῖον ἀδικεῖν τὰ μικρὰ τοὺς βουλομένους τὰ μεγάλα δικαιοπραγεῖν. τοῦτον μὲν οὖν ἄν τις εὐθὺς καὶ καταμάθοι τὸν λόγον ὡς ἔστι δυναστευτικός: ἐκεῖνο δὲ πολιτικώτερον παράγγελμα, τὸ τὰ μικρὰ τοῖς πολλοῖς προΐεσθαι χαριζόμενον ἐπὶ τῷ τοῖς μείζοσιν ἐνίστασθαι καὶ κωλύειν ἐξαμαρτάνοντας. ὁ γὰρ αὖ περὶ πάντα λίαν ἀκριβὴς καὶ σφοδρός, οὐδὲν ὑποχωρῶν οὐδ᾽ ὑπείκων ἀλλὰ τραχὺς ἀεὶ καὶ ἀπαραίτητος, ἀντιφιλονεικεῖν τὸν δῆμον αὐτῷ καὶ προσδυσκολαίνειν ἐθίζει,
μικρὸν δέου 1 ποδὸς
χαλάσαι μεγάλῃ κύματος ἀλκῇ
2