Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[p. 21]
ὅτι μέν, Εὔφανες, ἐπαινέτης ὢν Πινδάρου πολλάκις ἔχεις διὰ στόματος ὡς εἰρημένον εὖ καὶ πιθανῶς ὑπ᾽ αὐτοῦ
τιθεμένων ἀγώνων πρόφασις
1 ἀρετὰν 2 ἐς 3 αἰπὺν ἔβαλε σκότον
οὐκ ἀγνοοῦμεν. ἐπειδὴ δὲ πλείστας αἱ πρὸς τοὺς πολιτικοὺς ἀγῶνας ἀποκνήσεις καὶ μαλακίαι προφάσεις ἔχουσαι τελευταίαν ὥσπερ τὴνἀφ᾽ ἱερᾶς4 ἐπάγουσιν ἡμῖν τὸ γῆρας, καὶ μάλιστα δὴ τούτῳ τὸ φιλότιμον ἀμβλύνειν καὶ δυσωπεῖν δοκοῦσαι πείθουσιν εἶναί τινα πρέπουσαν οὐκ ἀθλητικῆς μόνον ἀλλὰ καὶ πολιτικῆς περιόδου κατάλυσιν οἴομαι δεῖν πρὸς ἐμαυτὸν ἑκάστοτε λογίζομαι καὶ πρὸς σὲ διελθεῖν περὶ τῆς πρεσβυτικῆς πολιτείας: ὅπως; μηδέτερος ἀπολείψει τὴν μακρὰν συνοδίαν μέχρι δεῦρο κοινῇ προερχομένην μηδὲ τὸν πολιτικὸν βίον ὥσπερ ἡλικιώτην καὶ συνήθη φίλον ἀπορρίψας μεταβαλεῖται 5 πρὸς ἄλλον ἀσυνήθη καὶ χρόνον οὐκ ἔχοντα συνήθη γενέσθαι καὶ οἰκεῖον, ἀλλ᾽ ἐμμενοῦμεν οἷς ἀπ᾽ ἀρχῆς προειλόμεθα, ταὐτὸ τοῦ ζῆν καὶ τοῦ [p. 22] ἀν σενι ρεσπιιβλιξα ῾᾽ἐερενδα σιτ. καλῶς ζῆν ποιησάμενοι πέρας εἴ γε δὴ μὴ μέλλοιμεν ἐν βραχεῖ τῷ λειπομένῳ τὸν πολὺν ἐλέγγειν χρόνον, : ὡς ἐπ᾽ οὐδενὶ καλῷ μάτην ἀνηλωμένον. οὐ γὰρ τυραννίς, ὥς τις εἶπε Διονυσίῳ, καλὸν ἐντάφιον 6: ἀλλ᾽ ἐκείνῳ γε 7 τὴν μοναρχίαν μετὰ τῆς ἀδικίας τὸ γε μὴ παύσασθαι συμφορὰν τελεωτέραν ἐποίησε. καὶ καλῶς 8 Διογένης ὕστερον ἐν Κορίνθῳ τὸν υἱὸν αὐτοῦ θεασάμενος, ἰδιώτην ἐκ τυράννου γεγενημένονὡς ἀναξίωςἔφηΔιονύσιε, σεαυτοῦ πράττεις: οὐ γὰρ ἐνταῦθά σε μεθ᾽ ἡμῶν ἔδει ζῆν ἐλευθέρως καὶ ἀδεῶς, ἀλλ᾽ ἐκεῖ τοῖς τυραννείοις ἐγκατῳκοδομημένον ὥσπερ πατὴρ ἄχρι γήρως ἐγκαταβιῶσαιπολιτεία δὲ δημοκρατικὴ καὶ νόμιμος ἀνδρὸς εἰθισμένου παρέχειν αὑτὸν οὐχ ἧττον ἀρχόμενον ὠφελίμως ἄρχοντα καλὸν ἐντάφιον ὡς ἀληθῶς τὴν ἀπὸ τοῦ βίου δόξαν τῷ θανάτῳ προστίθησι τοῦτο γάρ
ἔσχατον δύεται κατὰ γᾶς
9
ὥς φησι Σιμωνίδης, πλὴν ὧν προαποθνήσκει τὸ φιλάνθρωπον καὶ φιλόκαλον καὶ προαπαυδᾷ τῆς τῶν ἀναγκαίων ἐπιθυμίας τῶν καλῶν ζῆλος, ὡς τὰ πρακτικὰ μέρη καὶ θεῖα τῆς ψυχῆς ἐξιτηλότερα τῶν παθητικῶν καὶ σωματικῶν ἐχούσης: ὅπερ 10 οὐδὲ λέγειν καλὸν οὐδ᾽ ἀποδέχεσθαι τῶν 11 λεγόντων, ὡς κερδαίνοντες μόνον οὐ κοπιῶμεν ἀλλὰ καὶ τὸ τοῦ Θουκυδίδου παράγειν ἐπὶ τὸ βέλτιον, μὴ τὸ [p. 23] φιλότιμον ἀγήρων 12 μόνον ἡγουμένους, ἀλλὰ μᾶλλον τὸ κοινωνικὸν καὶ πολιτικόν, καὶ μύρμηξιν ἄχρι τέλους παραμένει καὶ μελίτταις: οὐδεὶς γὰρ πώποτ᾽ 13 εἶδεν 14 ὑπὸ γήρως κηφῆνα γενομένην μέλιτταν, ὥσπερ ἔνιοι τοὺς πολιτικοὺς ἀξιοῦσιν, ὅταν παρακμάσωσιν, οἴκοι σιτουμένους καθῆσθαι καὶ ἀποκεῖσθαι, καθάπερ ἰῷ σίδηρον ὑπ᾽ ἀργίας τὴν πρακτικὴν ἀρετὴν σβεννυμένην περιορῶντας. γὰρ Κάτων 15 ἔλεγεν, ὅτι πολλὰς ἰδίας ἔχοντι τῷ γήρᾳ κῆρας οὐ δεῖ τὴν ἀπὸ τῆς κακίας ἑκόντας ἐπάγειν αἰσχύνην: πολλῶν δὲ κακιῶν οὐδεμιᾶς ἧττον ἀπραξία καὶ δειλία καὶ μαλακία καταισχύνουσιν ἄνδρα πρεσβύτην, ἐκ πολιτικῶν ἀρχείων καταδυόμενον εἰς οἰκουρίαν γυναικῶν κατ᾽ ἀγρὸν ἐφορῶντα καλαμητρίδας 16 καὶ θεριστάς:
δ᾽ Οἰδίπους ποῦ καὶ τὰ κλείν᾽ αἰνίγματα
17
τὸ μὲν γὰρ ἐν γήρᾳ πολιτείας ἄρχεσθαι καὶ μὴ πρότερον, ὥσπερ 18 Ἐπιμενίδην λέγουσι κατακοιμηθέντα νεανίαν ἐξεγρέσθαι 19 γέροντα μετὰ πεντήκοντα ἔτη: εἶτα τὴν 20 οὕτω μακρὰν καὶ συμβεβιωκυῖαν 21 ἡσυχίαν ἀποθέμενον ἐμβαλεῖν ἑαυτὸν εἰς ἀγῶνας καὶ ἀσχολίας, ἀήθη καὶ ἀγύμναστον ὄντα καὶ μήτε πράγμασιν ἐνωμιληκότα πολιτικοῖς μήτ᾽ ἀνθρώποις, ἴσως ἂν αἰτιωμένῳ τινὶ παράσχοι τὸ τῆς Πυθίας [p. 24] εἰπεῖνὄψ᾽ 22 ἦλθεςἀρχὴν καὶ δημαγωγίαν διζήμενος, καὶ παρ᾽ ὥραν στρατηγίου κόπτεις θύραν, ὥσπερ τις ἀτεχνότερος 23 ὢν νύκτωρ ἐπίκωμος ἀφιγμένος, ξένος οὐ τόπον οὐδὲ χώραν ἀλλὰ βίον, οὗ μὴ 24 πεπείρασαι, μεταλλάττων 25. τὸ γάρπόλις ἄνδρα διδάσκει26 κατὰ Σιμωνίδην ἀληθές ἐστιν ἐπὶ τῶν ἔτι χρόνον ἐχόντων μεταδιδαχθῆναι καὶ μεταμαθεῖν μάθημα, διὰ πολλῶν ἀγώνων καὶ πραγμάτων μόλις ἐκπονούμενον, ἄνπερ ἐν καιρῷ φύσεως ἐπιλάβηται καὶ πόνον ἐνεγκεῖν καὶ δυσημερίαν εὐκόλως δυναμένης. ταῦτα δόξει τις μὴ κακῶς λέγεσθαι πρὸς τὸν ἀρχόμενον ἐν γήρᾳ πολιτείας


καίτοι τοὐναντίον ὁρῶμεν ὑπὸ τῶν νοῦν ἐχόντων τὰ μειράκια καὶ τοὺς νέους ἀποτρεπομένους τοῦ τὰ κοινὰ πράττειν: καὶ μαρτυροῦσιν οἱ νόμοι διὰ τοῦ κήρυκος ἐν ταῖς ἐκκλησίαις οὐκ Ἀλκιβιάδας οὐδὲ Πυθέας ἀνιστάντες ἐπὶ τὸ βῆμα πρώτους, ἀλλὰ τοὺς ὑπὲρ πεντήκοντ᾽ ἔτη γεγονότας, λέγειν καὶ συμβουλεύειν παρακαλοῦντες οὐ γὰρ τοσοῦτον ἀήθεια τόλμης καὶ τριβῆς ἔνδεια καὶ προτοόπαιον ἑκάστῳ στρατιωτῶν ... 27. δὲ Κάτων μετ᾽ ὀγδοήκοντ᾽ ἔτη δίκην ἀπολογούμενος ἔφη χαλεπὸν εἶναι βεβιωκότα μετ᾽ ἄλλων ἐν ἄλλοις ἀπολογεῖσθαι. [p. 25] Καίσαρος δὲ τοῦ καταλύσαντος Ἀντώνιον οὔτι μικρῷ βασιλικώτερα καὶ δημωφελέστερα γενέσθαι πολιτεύματα πρὸς τῇ τελευτῇ πάντες ὁμολογοῦσιν αὐτὸς δὲ τοὺς νέους ἔθεσι καὶ νόμοις αὐστηρῶς σωφρονίζων, ὡς ἐθορύβησαν, ‘ἀκούσατ᾽εἶπενέοι γέροντος οὗ νέου γέροντες ἤκουον.'’ δὲ Περικλέους πολιτεία τὸ μέγιστον ἐν γήρᾳ κράτος ἔσχεν, ὅτε καὶ τὸν πόλεμον ἄρασθαι τοὺς Ἀθηναίους ἔπεισε: καὶ προθυμουμένων οὐ κατὰ καιρὸν μάχεσθαι πρὸς ἑξακισμυρίους ὁπλίτας, ἐνέστη καὶ διεκώλυσε, μονονοὺ τὰ ὅπλα τοῦ δήμου καὶ τὰς κλεῖς τῶν πυλῶν 28 ἀποσφραγισάμενος. ἀλλὰ μὴν γε Ξενοφῶν περὶ Ἀγησιλάου 29 γέγραφεν, αὐτοῖς ὀνόμασιν ἄξιόν ἐστι παραθέσθαιποίας γάρφησὶνεότητος οὐ κρεῖττον τὸ ἐκείνου γῆρας ἐφάνη; τίς μὲν γὰρ τοῖς ἐχθροῖς ἀκμάζων οὕτω φοβερὸς ἦν, ὡς Ἀγησίλαος τὸ μήκιστον τοῦ αἰῶνος ἔχων; τίνος δ᾽ ἐκποδὼν γενομένου μᾶλλον ἥσθησαν οἱ πολέμιοι Ἀγησιλάου, καίπερ γηραιοῦ τελευτήσαντος; τίς δὲ συμμάχοις θάρσος παρέσχεν Ἀγησίλαος, καίπερ ἤδη πρὸς τῷ τέρματι τοῦ βίου ὤν; τίνα δὲ νέον οἱ φίλοι πλέον ἐπόθησαν Ἀγησίλαον γηραιὸν ἀποθανόντα


εἶτ᾽ ἐκείνους μὲν τηλικαῦτα πράττειν χρόνος οὐκ ἐκώλυεν, ἡμεῖς δ᾽ οἱ νῦν τρυφῶντες ἐν πολιτείαις, μὴ τυραννίδα μὴ πόλεμόν τινα μὴ πολιορκίαν ἐχούσαις, ἀπολέμους δ᾽ ἁμίλλας καὶ φιλοτιμίας νόμῳ τὰ πολλὰ καὶ λόγῳ μετὰ δίκης περαινομένας, ἀπο-: [p. 26] δειλιῶμεν; οὐ μόνον στρατηγῶν τῶν τότε καὶ δημαγωγῶν, ἀλλὰ καὶ ποιητῶν καὶ σοφιστῶν καὶ ὑποκριτῶν ὁμολογοῦντες εἶναι κακίους: εἴγε Σιμωνίδης μὲν ἐν γήρᾳ χοροῖς ἐνίκα, ὡς 30 τοὐπίγραμμα δηλοῖ τοῖς τελευταίοις ἔπεσιν
ἀμφὶ διδασκαλίῃ δὲ 31 Σιμωνίδῃ ἕσπετο κῦδος
32 ὀγδωκονταέτει παιδὶ Λεωπρέπεος.
Σοφοκλῆς δὲ λέγεται μὲν ὑπὸ παίδων 33 παρανοίας δίκην φεύγων ἀναγνῶναι τὴν ἐν Οἰδίποδι τῷ ἐπὶ Κολωνῷ 34 πάροδον, 35 ἐστιν ἀρχὴ
εὐίππου, ξένε, τᾶσδε χώρας
36 ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,
τὸν ἀργῆτα Κολωνόν, ἔνθ᾽
λίγεια 37 μινύρεται
θαμίζουσα μάλιστ᾽ ἀηδὼν
χλωραῖς ὑπὸ βάσσαις.
θαυμαστοῦ δὲ τοῦ μέλους φανέντος, ὥσπερ ἐκ θεάτρου τοῦ δικαστηρίου προπεμφθῆναι μετὰ κρότου καὶ βοῆς τῶν παρόντων. τουτὶ δ᾽ ὁμολογουμένως Σοφοκλέους ἐστὶ τοὐπιγραμμάτιον 38
ᾠδὴν Ἡροδότῳ τεῦξεν Σοφοκλῆς ἐτέων ὢν
39 πέντ᾽ ἐπὶ πεντήκοντα.
Φιλήμονα δὲ τὸν κωμικὸν καὶ Ἀλεξιν ἐπὶ τῆς σκηνῆς ἀγωνιζομένους καὶ στεφανουμένους θάνατος κατέλαβε. πῶλον δὲ τὸν τραγῳδὸν Ἐρατοσθένης [p. 27] καὶ Φιλόχορος ἱστοροῦσιν ἑβδομήκοντ᾽ ἔτη γεγενημένον ὀκτὼ τραγῳδίας ἐν τέτταρσιν ἡμέραις διαγωνίσασθαι μικρὸν ἔμπροσθεν τῆς τελευτῆς.


ἆρ᾽ οὖν οὐκ αἰσχρόν ἐστι τῶν ἀπὸ σκηνῆς γερόντων τοὺς ἀπὸ τοῦ βήματος ἀγεννεστέρους ὁρᾶσθαι, καὶ τῶν ἱερῶν ὡς ἀληθῶς ἐξισταμένους ἀγώνων ἀποτίθεσθαι τὸ πολιτικὸν πρόσωπον, οὐκ οἶδ᾽ ὁποῖον ἀντιμεταλαμβάνοντας; καὶ γὰρ τὸ τῆς γεωργίας ἐκ βασιλικοῦ ταπεινόν: ὅπου γὰρ Δημοσθένης 40 φησὶν ἀνάξια πάσχειν τὴν Πάραλον, ἱερὰν οὖσαν τριήρη, ξύλα καὶ χάρακας καὶ βοσκήματα τῷ Μειδίᾳ παρακομίζουσαν, που πολιτικὸς ἀνὴρ ἀγωνοθεσίας καὶ βοιωταρχίας καὶ τὰς ἐν Ἀμφικτύοσι προεδρίας ἀπολιπών, εἶθ᾽ ὁρώμενος ἐν ἀλφίτων καὶ στεμφύλων διαμετρήσει καὶ πόκοις προβάτων οὐ παντάπασι δόξει τοῦτο δὴ τὸ καλούμενονἵππου γῆρας 41ἐπάγεσθαι, μηδενὸς ἀναγκάζοντος; ἐργασίας γε μὴν βαναύσου καὶ ἀγοραίας 42 ἅπτεσθαι μετὰ πολιτείαν 43 ὅμοιόν ἐστι τῷ γυναικὸς ἐλευθέρας καὶ σώφρονος ἔνδυμα περισπάσαντα καὶ περίζωμα δόντα συνέχειν ἐπὶ καπηλείου: καὶ γὰρ τῆς πολιτικῆς ἀρετῆς οὕτως ἀπόλλυται τὸ ἀξίωμα καὶ τὸ μέγεθος πρός τινας οἰκονομίας καὶ χρηματισμοὺς ἀγομένης. ἂν δ᾽, ὅπερ λοιπόν ἐστι, ῥᾳστώνας καὶ ἀπολαύσεις τὰς ἡδυπαθείας καὶ. τὰς τρυφὰς 44 ὀνομάζοντες ἐν ταύταις μαραινόμενον ἡσυχῆ παρακαλῶσι γηράσκειν [p. 28] τὸν πολιτικόν, οὐκ οἶδα ποτέρᾳ δυεῖν εἰκόνων αἰσχρῶν πρέπειν δόξει μᾶλλον βίος: αὐτοῦ πότερον ἀφροδίσια 45 ναύταις ἄγουσι πάντα τὸν λοιπὸν ἤδη χρόνον οὐκ ἐν λιμένι τὴν ναῦν ἔχουσιν ἀλλ᾽ ἔτι πλέουσαν ἀπολείπουσιν: καθάπερ ἔνιοι τὸν Ἡρακλέα παίζοντες οὐκ εὖ γράφουσιν ἐν Ὀμφάλης κροκωτοφόρον ἐνδιδόντα Λυδαῖς θεραπαινίσι ῥιπίζειν καὶ παραπλέκειν ἑαυτόν, οὕτω τὸν πολιτικὸν ἐκδύσαντες τὴν λεοντῆν καὶ κατακλίναντες εὐωχήσομεν ἀεὶ καταψαλλόμενον καὶ καταυλούμενον, οὐδὲ 46 τῇ τοῦ Πομπηίου Μάγνου φωνῇ διατραπέντες τῇ πρὸς Λεύκολλον 47 αὑτὸν μὲν εἰς λουτρὰ καὶ δεῖπνα καὶ συνουσίας μεθημερινὰς 48 καὶ πολὺν ἄλυν καὶ κατασκευὰς οἰκοδομημάτων νεοπρεπεῖς μετὰ τὰς στρατείας καὶ πολιτείας ἀφεικότα, τῷ δὲ Πομπηίῳ φιλαρχίαν ἐγκαλοῦντα καὶ φιλοτιμίαν παρ᾽ ἡλικίαν: ἔφη γὰρ Πομπήιος ἀωρότερον εἶναι γέροντι τὸ τρυφᾶν τὸ ἄρχειν: ἐπεὶ δὲ νοσοῦντι συνέταξε κίχλην ἰατρός, ἦν δὲ δυσπόριστον καὶ παρ᾽ ὥραν, ἔφη δέ τις εἶναι παρὰ Λευκόλλῳ πολλὰς τρεφομένας, οὐκ ἔπεμψεν οὐδ᾽ ἔλαβεν εἰπώνοὐκοῦν, εἰ μὴ Λεύκολλος ἐτρύφα, Πομπήιος οὐκ ἂν ἔζησε;’


καὶ γὰρ εἰ ζητεῖ πάντως φύσις τὸ ἡδὺ καὶ τὸ χαίρειν, τὸ μὲν σῶμα τῶν γερόντων ἀπείρηκε πρὸς πάσας, πλὴν ὀλίγων τῶν ἀναγκαίων, τὰς ἡδονάς, καὶ οὐχ Ἀφροδίτη τοῖς γέρουσιν ἄχθεται 49 [p. 29] μόνον, ὡς Εὐριπίδης φησίν, ἀλλὰ καὶ τὰς περὶ πόσιν καὶ βρῶσιν ἐπιθυμίας ἀπημβλυμμένας 50 τὰ πολλὰ καὶ νωδὰς κατέχοντες μόλις οἷον ἐπιθήγουσι καὶ χαράττουσιν ἐν δὲ τῇ ψυχῇ παρασκευαστέον ἡδονὰς οὐκ ἀγεννεῖς οὐδ᾽ ἀνελευθέρους, ὡς Σιμωνίδης ἔλεγε πρὸς τοὺς ἐγκαλοῦντας αὐτῷ φιλαργυρίαν, ὅτι τῶν ἄλλων ἀπεστερημένος διὰ τὸ γῆρας ἡδονῶν ὑπὸ μιᾶς ἔτι γηροβοσκεῖται τῆς ἀπὸ τοῦ κερδαίνειν. ἀλλ᾽ πολιτεία καλλίστας μὲν ἡδονὰς ἔχει καὶ μεγίστας, αἷς καὶ τοὺς θεοὺς εἰκός ἐστιν μόναις μάλιστα χαίρειν: αὗται δ᾽ εἰσίν, ἃς τὸ εὖ ποιεῖν καὶ καλόν τι πράττειν ἀναδίδωσιν. εἰ γὰρ Νικίας ζῳγράφος οὕτως; ἔχαιρε τοῖς τῆς τέχνης ἔργοις, ὥστε τοὺς οἰκέτας ἐρωτᾶν πολλάκις, εἰ λέλουται καὶ ἠρίστηκεν Ἀρχιμήδην δὲ τῇ σανίδι προσκείμενον ἀποσπῶντες βίᾳ καὶ ἀποδύοντες ἤλειφον οἱ θεράποντες, δ᾽ ἐπὶ τοῦ σώματος ἀληλιμμένου διέγραφε τὰ σχήματα 51 Κάνος δ᾽ αὐλητής, ὃν καὶ σὺ γιγνώσκεις, ἔλεγεν ἀγνοεῖν τοὺς ἀνθρώπους, ὅτῳ μᾶλλον αὑτὸν αὐλῶν ἑτέρους εὐφραίνει λαμβάνειν γὰρ ἂν μισθὸν οὐ διδόναι τοὺς ἀκούειν ἐθέλοντας ἆρ᾽ οὐκ ἐπινοοῦμεν, ἡλίκας ἡδονὰς αἱ ἀρεταὶ τοῖς χρωμένοις ἀπὸ τῶν καλῶν πράξεων καὶ τῶν κοινωνικῶν ἔργων καὶ φιλανθρώπων παρασκευάζουσιν, οὐ κνῶσαι οὐδὲ θρύπτουσαι, ὥσπερ αἱ εἰς σάρκα λεῖαι καὶ προσηνεῖς γινόμεναι κινήσεις 52; ἀλλ᾽ αὗται μὲν οἰστρῶδες καὶ ἀβέβαιον καὶ [p. 30] μεμιγμένον σφυγμῷ τὸ γαργαλίζον ἔχουσιν, αἱ δ᾽, ἐπὶ τοῖς καλοῖς ἔργοις, οἵων δημιουργὸς πολιτευόμενος ὀρθῶς ἐστιν, οὐ ταῖς Εὐριπίδου53 χρυσαῖς πτέρυξιν, ἀλλὰ τοῖς Πλατωνικοῖς ἐκείνοις καὶ οὐρανίοις 54 πτεροῖς ὅμοια 55 τὴν ψυχὴν μέγεθος καὶ φρόνημα μετὰ γήθους λαμβάνουσαν ἀναφέρουσιν.


Ὑπομίμνησκε δὲ σεαυτὸν ὧν πολλάκις ἀκήκοας: μὲν γὰρ Ἐπαμεινώνδας ἐρωτηθεὶς τί ἥδιστον αὐτῷ γέγονεν, ἀπεκρίνατο τὸ τοῦ πατρὸς ἔτι ζῶντος καὶ τῆς μητρὸς νικῆσαι τὴν ἐν Λεύκτροις μάχην. δὲ Σύλλας, ὅτε τῶν ἐμφυλίων πολέμων τὴν Ἰταλίαν καθήρας προσέμιξε τῇ Ῥώμῃ πρῶτον, οὐδὲ μικρὸν ἐν τῇ νυκτὶ κατέδαρθεν, ὑπὸ γήθους καὶ χαρᾶς μεγάλης ὥσπερ πνεύματος ἀναφερόμενος τὴν ψυχήν: καὶ ταῦτα περὶ αὑτοῦ γέγραφεν 56 ἐν τοῖς ὑπομνήμασιν. ἄκουσμα μὲν γὰρ ἔστω μηδὲν ἣδιον ἐπαίνου κατὰ τὸν Ξενοφῶντα 57, θέαμα δὲ καὶ μνημόνευμα καὶ διανόημα τῶν ὄντων οὐδὲν ἔστιν τοσαύτην φέρει χάριν, ὅσην πράξεων ἰδίων ἐν ἀρχαῖς καὶ πολιτείαις ὥσπερ ἐν τόποις λαμπροῖς καὶ δημοσίοις ἀναθεώρησις. οὐ μὴν ἀλλὰ καὶ χάρις εὐμενὴς συμμαρτυροῦσα 58 τοῖς ἔργοις καὶ συναμιλλώμενος ἔπαινος, εὐνοίας δικαίας ἡγεμών 59, οἷόν τι φῶς καὶ γάνωμα τῷ χαίροντι τῆς ἀρετῆς προστίθησι καὶ δεῖ μὴ περιορᾶν ὥσπερ [p. 31] ἀθλητικὸν στέφανον ἐν γήρᾳ ξηρὰν γενομένην τὴν δόξαν, ἀλλὰ καινὸν ἀεί τι καὶ πρόσφατον ἐπιφέροντα τὴν τῶν παλαιῶν χάριν ἐγείρειν καὶ ποιεῖν ἀμείνω καὶ μόνιμον ὥσπερ οἱ τεχνῖται, οἷς ἐπέκειτο φροντίζειν σῶον εἶναι τὸ Δηλιακὸν πλοῖον, ἀντὶ τῶν πονούντων ξύλων 60 ἐμβάλλοντες ἄλλα καὶ συμπηγνύντες ἀίδιον ἐκ τῶν τότε χρόνων καὶ ἄφθαρτον ἐδόκουν διαφυλάττειν 61. ἔστι δὲ καὶ δόξης καὶ φλογὸς οὐ χαλεπὴ σωτηρία καὶ τήρησις ἀλλὰ μικρῶν ὑπεκκαυμάτων δεομένη, κατασβεσθὲν δὲ καὶ ὑποψυχθὲν οὐδέτερον ἄν τις ἀπραγμόνως πάλιν ἐξάψειεν. ὡς δὲ Λάμπις ναύκληρος 62 ἐρωτηθεὶς πῶς ἐκτήσατο τὸν πλοῦτονοὐ χαλεπῶςἔφητὸν μέγαν, τὸν δὲ βραχὺν ἐπιπόνως καὶ βραδέως:’ οὕτω τῆς πολιτικῆς δόξης καὶ δυνάμεως ἐν ἀρχῇ τυχεῖν οὐ ῥᾴδιόν ἐστι; τὸ δὲ συναυξῆσαι καὶ διαφυλάξαι μεγάλην γενομένην ἀπὸ τῶν τυχόντων 63 ἕτοιμον. οὔτε γὰρ φίλος ὅταν γένηται πολλὰς λειτουργίας ἐπιζητεῖ καὶ μεγάλας, ἵνα μένῃ φίλος, μικροῖς δὲ σημείοις τὸ ἐνδελεχὲς: ἀεὶ διαφυλάττει τὴν εὔνοιαν: τε δήμου φιλία καὶ πίστις οὐκ ἀεὶ δεομένη 64 χορηγοῦντος οὐδὲ προδικοῦντος 65 οὐδ᾽ ἄρχοντος αὐτῇ τῇ προθυμίᾳ συνέχεται καὶ τῷ μὴ προαπολείποντι μηδ᾽ ἀπαγορεύοντι τῆς ἐπιμελείας καὶ φροντίδος. οὐδὲ [p. 32] γὰρ αἱ στρατεῖαι παρατάξεις ἀεὶ καὶ μάχας καὶ πολιορκίας ἔχουσιν, ἀλλὰ καὶ θυσίας ἔστιν ὅτε καὶ συνουσίας διὰ μέσου καὶ σχολὴν ἄφθονον ἐν παιδιαῖς καὶ φλυαρίαις δέχονται. πόθεν γε δὴ τὴν πολιτείαν φοβητέον, ὡς ἀπαραμύθητον καὶ πολύπονον καὶ βαρεῖαν, ὅπου καὶ θέατρα καὶ πομπαὶ καὶ νεμήσεις καὶχοροὶ καὶ Μοῖσα 66 καὶ Ἀγλαΐα67 καὶ θεοῦ τινος ἀεὶ τιμὴ τὰς ὀφρῦς λύουσα παντὸς ἀρχείου καὶ συνεδρίου πολλαπλάσιον τὸ ἐπιτερπὲς καὶ κεχαρισμένον ἀποδίδωσιν;


τοίνυν μέγιστον κακὸν ἔχουσιν αἱ πολιτεῖαι, τὸν φθόνον, ἣκιστα διερείδεται πρὸς τὸ γῆρας: ‘ κύνες γὰρ καὶ βαΰζουσιν 68 ὃν ἂν μὴ γινώσκωσικαθ᾽ Ἡράκλειτον, καὶ πρὸς τὸ ἀρχόμενον ὥσπερ ἐν θύραις τοῦ βήματος μάχεται καὶ πάροδον οὐ δίδωσι τὴν δὲ σύντροφον καὶ συνήθη δόξαν οὐκ ἀγρίως οὐδὲ χαλεπῶς ἀλλὰ πράως ἀνέχεται. διὸ τὸν φθόνον ἔνιοι τῷ καπνῷ παρεικάζουσι: πολὺς γὰρ ἐν τοῖς ἀρχομένοις διὰ τὸ φλέγεσθαι 69 προεκπίπτων , ὅταν ἐκλάμψωσιν, ἀφανίζεται. καὶ ταῖς μὲν ἄλλαις ὑπεροχαῖς προσμάχονται καὶ διαμφισβητοῦσιν ἀρετῆς καὶ γένους καὶ φιλοτιμίας, ὡς ἀφαιροῦντες αὑτῶν ὅσον ἄλλοις ὑφίενται τὸ δ᾽ ἀπὸ τοῦ χρόνου πρωτεῖον, καλεῖται κυρίως πρεσβεῖον, ἀζηλοτύπητόν ἐστι; καὶ παραχωρούμενον οὐδεμιᾷ γὰρ οὕτω τιμῇ συμβέβηκε τὸν τιμῶντα μᾶλλον [p. 33] τὸν τιμώμενον κοσμεῖν, ὡς τῇ τῶν γερόντων. ἔτι τὴν μὲν ἀπὸ τοῦ πλούτου δύναμιν λόγου δεινότητος σοφίας οὐ πάντες αὑτοῖς γενήσεσθαι προσδοκῶσιν, ἐφ᾽ ἣν δὲ προάγει τὸ γῆρας αἰδῶ καὶ δόξαν οὐδεὶς ἀπελπίζει τῶν πολιτευομένων. οὐδὲν οὖν διαφέρει κυβερνήτου πρὸς ἐναντίον κῦμα καὶ πνεῦμα πλεύσαντος ἐπισφαλῶς, εὐδίας δὲ καὶ εὐαερίας γενομένης ὁρμίσασθαι ζητοῦντος, τῷ φθόνῳ διαναυμαχήσας πολὺν χρόνον, εἶτα παυσαμένου καὶ στορεσθέντος, ἀνακρουόμενος ἐκ τῆς πολιτείας καὶ προϊέμενος ἅμα ταῖς πράξεσι τὰς κοινωνίας καὶ τὰς ἑταιρείας. ὅσῳ γὰρ χρόνος γέγονε πλείων, καὶ φίλους πλείονας καὶ συναγωνιστὰς πεποίηκεν, οὓς οὔτε συνεξάγειν ἑαυτῷ πάντας ἐνδέχεται καθάπερ διδασκάλῳ χορὸν οὔτ᾽ ἐγκαταλείπειν 70 δίκαιον: ἀλλ᾽ ὥσπερ τὰ παλαιὰ δένδρα τὴν μακρὰν πολιτείαν οὐ ῥᾴδιόν ἐστιν ἀνασπάσαι πολύρριζον οὖσαν καὶ πράγμασιν ἐμπεπλεγμένην , πλείονας παρέχει ταραχὰς καὶ σπαραγμοὺς ἀπερχομένοις μένουσιν. εἰ δέ τι καὶ περίεστι φθόνου λείψανον φιλονεικίας πρὸς τοὺς γέροντας ἐκ τῶν πολιτικῶν ἀγώνων, κατασβεστέον τοῦτο τῇ δυνάμει μᾶλλον δοτέον τὰ νῶτα, γυμνοὺς καὶ ἀόπλους 71 ἀπιόντας: οὐ γὰρ οὕτως ἀγωνιζομένοις φθονοῦντες ὡς ἀπειπαμένοις καταφρονήσαντες ἐπιτίθενται.


μαρτυρεῖ δὲ καὶ τὸ λεχθὲν ὑπ᾽ Ἐπαμεινώνδα 72 τοῦ μεγάλου πρὸς τοὺς Θηβαίους, ὅτε χειμῶνος; [p. 34] ὄντος οἱ Ἀρκάδες παρεκάλουν αὐτοὺς ἐν ταῖς οἰκίαις διαιτᾶσθαι παρελθόντας εἰς τὴν πόλιν: οὐ γὰρ εἴασεν, ἀλλὰνῦν μένἔφηθαυμάζουσιν ὑμᾶς καὶ θεῶνται πρὸς τὰ ὅπλα γυμναζομένους καὶ παλαίοντας ἂν δὲ πρὸς τῷ πυρὶ καθημένους ὁρῶσι τὸν κύαμον κάπτοντας 73, οὐδὲν αὑτῶν ἡγήσονται διαφέρεινοὕτω δὴ σεμνόν ἐστι θέαμα πρεσβύτης λέγων τι καὶ πράττων καὶ τιμώμενος, δ᾽ ἐν κλίνῃ διημερεύων καθήμενος ἐν γωνίᾳ στοᾶς φλυαρῶν καὶ ἀπομυττόμενος εὐκαταφρόνητος. τοῦτο δ᾽ ἀμέλει καὶ Ὅμηρος διδάσκει τοὺς ὀρθῶς ἀκούοντας: μὲν γὰρ Νέστωρ στρατευόμενος ἐν Τροίᾳ σεμνὸς ἦν καὶ πολυτίμητος, δὲ Πηλεὺς καὶ Λαέρτης οἰκουροῦντες ἀπερρίφησαν καὶ κατεφρονήθησαν. οὐδὲ γὰρ τοῦ φρονεῖν ἕξις ὁμοίως παραμένει τοῖς μεθεῖσιν αὑτούς, ἀλλ᾽ ὑπ᾽ ἀργίας ἐξανιεμένη καὶ ἀναλυομένη κατὰ μικρὸν ἀεί τινα ποθεῖ φροντίδος 74 μελέτην, τὸ λογιστικὸν καὶ πρακτικὸν ἐγειρούσης καὶ διακαθαιρούσης:
λάμπει γὰρ ἐν χρείαισιν, ὥσπερ εὐπρεπὴς χαλκός.
75
οὐ γὰρ τόσον 76 σώματος ἀσθένεια κακὸν πρόσεστι ταῖς πολιτείαις τῶν παρ᾽ ἡλικίαν ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον βαδιζόντων, ὅσον ἔχουσιν ἀγαθὸν τὴν εὐλάβειαν καὶ τὴν φρόνησιν, καὶ τὸ μὴ [p. 35] φαινόμενον 77 ἀλλὰ τὰ μὲν ἐσφαλμένα τὰ δ᾽ ὑπὸ δόξης κενῆς προσπίπτειν πρὸς τὰ κοινὰ καὶ συνεφέλκεσθαι τὸν ὄχλον, ὥσπερ θάλατταν ὑπὸ πνευμάτων ἐκταραττόμενον, ἀλλὰ πράως τε χρῆσθαι 78 καὶ μετρίως τοῖς ἐντυγχάνουσιν. ὅθεν αἱ πόλεις, ὅταν πταίσωσιν φοβηθῶσι, πρεσβυτέρων ποθοῦσιν ἀρχὴν ἀνθρώπων : καὶ πολλάκις ἐξ ἀγροῦ κατάγουσαι γέροντα μὴ δεόμενον μηδὲ βουλόμενον ἠνάγκασαν ὥσπερ οἰάκων ἐφαψάμενον εἰς ἀσφαλὲς καταστῆσαι τὰ πράγματα, παρωσάμεναί τε 79 στρατηγοὺς καὶ δημαγωγοὺς βοᾶν μέγα καὶ λέγειν ἀπνευστὶ καὶ νὴ Δία τοῖς πολεμίοις 80 διαβάντας εὖ μάχεσθαι δυναμένους οἷον οἱ ῥήτορες Ἀθήνησι Τιμοθέῳ καὶ Ἰφικράτει Χάρητα τὸν Θεοχάρους ἐπαποδύοντες ἀκμάζοντα τῷ σώματι καὶ ῥωμαλέον ἠξίουν τοιοῦτον εἶναι τὸν τῶν Ἀθηναίων στρατηγόν, δὲ Τιμόθεοςοὐ μὰ τοὺς θεούςεἶπενἀλλὰ τοιοῦτον μὲν εἶναι 81 τὸν μέλλοντα τῷ στρατηγῷ τὰ στρώματα κομίζειν, τὸν δὲ στρατηγὸνἅμα πρόσω καὶ ὀπίσωτῶν πραγμάτων ὁρῶντα καὶ μηδενὶ πάθει τοὺς περὶ τῶν συμφερόντων λογισμοὺς ἐπιταραττόμενον.'’ γὰρ Σοφοκλῆς 82 ἄσμενος ἔφη τὰ ἀφροδίσια γεγηρακὼς ἀποπεφευγέναι καθάπερ ἄγριον καὶ λυσσῶντα δεσπότην ἐν δὲ ταῖς πολιτείαις οὐχ ἕνα δεῖ δεσπότην, [p. 36] ἔρωτα παίδων γυναικῶν, ἀποφεύγειν, ἀλλὰ πολλοὺς 83 μανικωτέρους τούτου, φιλονεικίαν, φιλοδοξίαν, τὴν τοῦ πρῶτον εἶναι καὶ μέγιστον ἐπιθυμίαν, γονιμώτατον φθόνου νόσημα καὶ ζηλοτυπίας καὶ διχοστασίας ὧν τὰ μὲν ἀνίησι καὶ παραμβλύνει τὰ δ᾽ ὅλως ἀποσβέννυσι καὶ καταψύχει τὸ γῆρας, οὐ τοσοῦτον τῆς πρακτικῆς ὁρμῆς παραιρούμενον, ὅσον τῶν ἀκρατῶν καὶ διαπύρων ἀπερύκει παθῶν, ὥστε νήφοντα καὶ καθεστηκότα τὸν λογισμὸν ἐπάγειν ταῖς φροντίσιν.


οὐ μὴν ἀλλ᾽ ἔστω καὶ δοκείτω διατρεπτικὸς εἶναι λόγος πρὸς τὸν ἀρχόμενον ἐν πολιαῖς νεανιεύεσθαι λεγόμενος καὶ καθαπτόμενος ἐκ μακρᾶς οἰκουρίας; ὥσπερ νοσηλείας ἐξανισταμένου καὶ κινουμένου γέροντος ἐπὶ στρατηγίαν πραγματείαν,
μέν᾽ ταλαίπωρ᾽, ἀτρέμα σοῖς ἐν δεμνίοις:
84
δὲ τὸν ἐμβεβιωκότα πολιτικαῖς πράξεσι καὶ διηγωνισμένον οὐκ ἐῶν ἐπὶ τὴν δᾷδα καὶ τὴν κορωνίδα τοῦ βίου προελθεῖν, ἀλλ᾽ ἀνακαλούμενος καὶ κελεύων ὥσπερ ἐξ ὁδοῦ μακρᾶς μεταβαλέσθαι, παντάπασιν ἀγνώμων καὶ μηδὲν ἐκείνῳ προσεοικώς ἐστιν. ὥσπερ γὰρ 85 γαμεῖν παρασκευαζόμενον γέροντ᾽ ἐστεφανωμένον καὶ μυριζόμενον ἀποτρέπων καὶ λέγων τὰ πρὸς τὸν Φιλοκτήτην
τίς δ᾽ ἄν σε νύμφη, τίς δὲ παρθένος νέα
86 δέξαιτ᾽ ἄν; εὖ γοῦν 87 ὡς γαμεῖν ἔχεις τάλας
[p. 37] οὐκ ἄτοπός ἐστι καὶ γὰρ αὐτοὶ πολλὰ τοιαῦτα παίζουσιν εἰς ἑαυτούς
γαμῶ γέρων, εὖ οἶδα, καὶ τοῖς γείτοσιν:
88
δὲ τὸν πάλαι συνοικοῦντα καὶ συμβιοῦντα πολὺν χρόνον ἀμέμπτως οἰόμενος δεῖν ἀφεῖναι διὰ τὸ γῆρας τὴν γυναῖκα καὶ ζῆν καθ᾽ ἑαυτὸν παλλακίδιον ἀντὶ τῆς γαμετῆς ἐπισπάσασθαι, σκαιότητος ὑπερβολὴν οὐκ ἀπολέλοιπεν οὕτως ἔχει τινὰ λόγον τὸ προσιόντα δήμῳ πρεσβύτην, 89 Χλίδωνα τὸν γεωργὸν Λάμπωνα 90 τὸν ναύκληρον τινα τῶν ἐκ τοῦ κήπου φιλοσόφων, νουθετῆσαι καὶ κατασχεῖν ἐπὶ τῆς συνήθους ἀπραγμοσύνης δὲ Φωκίωνος Κάτωνος Περικλέους ἐπιλαβόμενος καὶ λέγων ξέν᾽ Ἀθηναῖε Ῥωμαῖε, ἀζαλέῳ γήρᾳ κατανθιδῶν κήδῃ᾽91’ , γραψάμενος ἀπόλειψιν 92 τῇ πολιτείᾳ καὶ τὰς περὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἀφεὶς διατριβὰς καὶ τὰς φροντίδας εἰς ἀγρὸν ἐπείγου σὺν ἀμφιπόλῳ 93 τῇ γεωργίᾳ συνεσόμενος πρὸς οἰκονομίᾳ τινὶ καὶ λογισμοῖς διαθησόμενος τὸν λοιπὸν χρόνον,ἄδικα πείθει καὶ ἀχάριστα 94 πράττειν 95 τὸν πολιτικόν.


τί οὖν; φήσαι τις ἄν, οὐκ ἀκούομεν ἐν κωμῳδίᾳ στρατιώτου λέγοντος
λευκή με θρὶξ ἀπόμισθον ἐντεῦθεν ποιεῖ;
96
πάνυ μὲν οὖν, ἑταῖρε: τοὺς γὰρ Ἄρεος [p. 38] θεράποντας ἡβᾶν πρέπει καὶ ἀκμάζειν, 97 οἷα δὴ πόλεμον πολέμοιό τε μέρμερα ἔργα διέποντας, ἐν οἷς τοῦ γέροντος κἂν τὸ κράνος ἀποκρύψῃ τὰς πολιάς 98, ἀλλά τε λάθρῃ γυῖα βαρύνεται καὶ προαπολείπει τῆς προθυμίας δύναμις τοὺς δὲ τοῦ Βουλαίου καὶ Ἀγοραίου καὶ Πολιέως Διὸς ὑπηρέτας οὐ ποδῶν ἔργα καὶ χειρῶν ἀπαιτοῦμεν, ἀλλὰ βουλῆς καὶ προνοίας καὶ λόγου, μὴ ῥαχίαν ποιοῦντος ἐν δήμῳ καὶ ψόφον ἀλλὰ νοῦν ἔχοντος καὶ φροντίδα πεπνυμένην καὶ ἀσφάλειαν οἷς γελωμένη πολιὰ καὶ ῥυτὶς ἐμπειρίας μάρτυς ἐπιφαίνεται, καὶ πειθοῦς συνεργὸν αὐτῷ καὶ 99 δόξαν ἤθους προστίθησι. πειθαρχικὸν γὰρ νεότης ἡγεμονικὸν δὲ τὸ γῆρας, καὶ μάλιστα σῷζεται πόλις
ἔνθα βουλαὶ 100 γερόντων, καὶ νέων ἀνδρῶν ἀρικαὶ τὸ στεύοισιν 101 αἰχμαί
102
καὶ τό
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
103 Νεστορέῃ παρὰ νηὶ
θαυμαστῶς ἐπαινεῖται. διὸ τὴν μὲν ἐν Λακεδαίμονι παραζευχθεῖσαν ἀριστοκρατίαν τοῖς βασιλεῦσιν Πύθιος πρεσβυγενέας ‘’ δὲ Λυκοῦργος ἄντικρυςγέρονταςὠνόμασεν, δὲ Ῥωμαίων σύγκλητος ἄχρι νῦν γερουσία ‘’ καλεῖται. καὶ καθάπερ νόμος τὸ διάδημα καὶ τὸν στέφανον, οὕτω τὴν πολιὰν φύσις ἔντιμον ἡγεμονικοῦ σύμβολον ἀξιώματος ἐπιτίθησι [p. 39] καὶ τὸγέραςοἶμαι καὶ τὸ γεραίρειν ‘’ ὄνομα σεμνὸν ἀπὸ τῶν γερόντων γενόμενον διαμένει, οὐχ ὅτι θερμολουτοῦσι 104 καὶ καθεύδουσι μαλακώτερον, ἀλλ᾽ ὡς βασιλικὴν ἐχόντων τάξιν ἐν ταῖς πόλεσι κατὰ τὴν φρόνησιν, ἧς καθάπερ ὀψικάρπου φυτοῦ τὸ οἰκεῖον ἀγαθὸν καὶ τέλειον ἐν γήρᾳ μόλις φύσις ἀποδίδωσι. τὸν γοῦν βασιλέα τῶν βασιλέων εὐχόμενον τοῖς θεοῖς
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν
105
οἷος ἦν Νέστωρ, οὐδεὶς ἐμέμψατο τῶνἀρηίωνκαὶμένεα πνεόντων 106 Ἀχαιῶν,’ ἀλλὰ συνεχώρουν ἅπαντες οὐκ ἐν πολιτείᾳ μόνον ἀλλὰ καὶ ἐν πολέμῳ μεγάλην ἔχειν ῥοπὴν τὸ γῆρας:
σοφὸν γὰρ ἓν βούλευμα τὰς πολλὰς χέρας 107 νικᾷ
καὶ μία γνώμη λόγον ἔχουσα καὶ πειθὼ τὰ κάλλιστα καὶ μέγιστα διαπράττεται τῶν κοινῶν.


ἀλλὰ μὴν γε 108 βασιλεία, τελεωτάτη πασῶν οὖσα καὶ μεγίστη τῶν πολιτειῶν, πλείστας φροντίδας ἔχει καὶ πόνους καὶ ἀσχολίας: τὸν γοῦν Σέλευκον ἑκάστοτε λέγειν ἔφασαν, εἰ γνοῖεν οἱ πολλοὶ τὸ γράφειν μόνον ἐπιστολὰς τοσαύτας καὶ ἀναγινώσκειν ὡς ἐργῶδές ἐστιν, ἐρριμμένον οὐκ ἂν ἀνελέσθαι 109 διάδημα: τὸν δὲ Φίλιππον ἐν καλῷ χωρίῳ μέλλοντα καταστρατοπεδεύειν, ὡς ἤκουσεν ὅτι χόρτος οὐκ ἔστι τοῖς ὑποζυγίοις Ἡράκλειςεἰπεῖν 110οἷος [p. 40] ἡμῶν βίος, εἰ καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ὀφείλομεν ζῆν.’ ὥρα τοίνυν καὶ βασιλεῖ παραινεῖν πρεσβύτῃ γεγενημένῳ τὸ μὲν διάδημα καταθέσθαι καὶ τὴν πορφύραν, ἱμάτιον δ᾽ ἀναλαβόντα καὶ καμπύλην ἐν ἀγρῷ διατρίβειν, μὴ δοκῇ περίεργα καὶ ἄωρα πράττειν ἐν πολιαῖς βασιλεύων. εἰ δ᾽ οὐκ ἄξιον ταῦτα λέγειν περὶ Ἀγησιλάου καὶ Νομᾶ 111 καὶ Δαρείου, μηδὲ τῆς ἐξ Ἀρείου πάγου βουλῆς Σόλωνα μηδὲ τῆς συγκλήτου Κάτωνα διὰ τὸ γῆρας ἐξάγωμεν, οὐκοῦν 112 μηδὲ Περικλεῖ συμβουλεύωμεν ἐγκαταλιπεῖν τὴν δημοκρατίαν οὐδὲ γὰρ ἄλλως λόγον ἔχει νέον ὄντα κατασκιρτῆσαι τοῦ βήματος, εἶτ᾽ ἐκχέαντα τὰς μανικὰς ἐκείνας φιλοτιμίας; καὶ ὁρμὰς εἰς τὸ δημόσιον, ὅταν τὸ φρονεῖν ἐπιφέρουσα δι᾽ ἐμπειρίαν ἡλικία παραγένηται, προέσθαι καὶ καταλιπεῖν ὥσπερ γυναῖκα τὴν πολιτείαν καταχρησάμενον.


μὲν γὰρ Αἰσώπειος ἀλώπηξ τὸν ἐχῖνον οὐκ εἴα τοὺς κρότωνας αὐτῆς ἀφαιρεῖν βουλόμενον: ‘ἂν γὰρ τούτουςἔφημεστοὺς ἀπαλλάξῃς, ἕτεροι προσίασι πεινῶντες:’ τὴν δὲ πολιτείαν ἀεὶ τοὺς γέροντας ἀποβάλλουσαν ἀναπίμπλασθαι νέων ἀνάγκη διψώντων δόξης καὶ δυνάμεως, νοῦν δὲ πολιτικὸν οὐκ ἐχόντων: πόθεν γὰρ, εἰ μηδενὸς ἔσονται μαθηταὶ μηδὲ θεαταὶ πολιτευομένου γέροντος; πλοίων μὲν ἄρχοντας οὐ ποιεῖ γράμματα κυβερνητικά, μὴ πολλάκις γενομένους ἐν πρύμνῃ θεατὰς τῶν πρὸς κῦμα καὶ πνεῦμα καὶ νύκτα χειμέριον 113 ἀγώνων, [p. 41]
ὅτε Τυνδαριδᾶν ἀδελφῶν ἅλιον ναύταν πόθος βάλλει;
114
πόλιν δὲ μεταχειρίσασθαι καὶ πεῖσαι 115 δῆμον βουλὴν δύναιτ᾽ ἂν ὀρθῶς νέος ἀναγνοὺς βίβλον σχολὴν περὶ πολιτείας ἐν Λυκείῳ γραψάμενος, ἂν μὴ παρ᾽ ἡνίαν καὶ παρ᾽ οἴακα πολλάκις στάς, δημαγωγῶν καὶ στρατηγῶν ἀγωνιζομένων ἐμπειρίαις ἅμα καὶ τύχαις συναποκλίνων ἐπ᾽ ἀμφότερα, μετὰ κινδύνων καὶ πραγμάτων λάβῃ τὴν μάθησιν; οὐκ ἔστιν εἰπεῖν: ἀλλ᾽ εἰ διὰ μηδὲν ἄλλο τῷ γέροντι παιδείας ἕνεκα τῶν νέων καὶ διδασκαλίας πολιτευτέον ἐστίν. ὡς γὰρ οἱ γράμματα καὶ μουσικὴν διδάσκοντες, αὐτοὶ προανακρούονται καὶ προαναγινώσκουσιν ὑφηγούμενοι τοῖς μανθάνουσιν, οὕτως πολιτικὸς οὐ λέγων μόνον οὐδ᾽ ὑπαγορεύων ἔξωθεν ἀλλὰ πράττων τὰ κοινὰ καὶ διοικῶν ἐπευθύνει 116 τὸν νέον, ἔργοις ἅμα καὶ λόγοις πλαττόμενον ἐμψύχως 117 καὶ κατασχηματιζόμενον. γὰρ τοῦτον ἀσκηθεὶς τὸν τρόπον οὐκ ἐν παλαίστραις καὶ κηρώμασιν ἀκινδύνοις 118 εὐρύθμων σοφιστῶν, ἀλλ᾽ ὡς ἀληθῶς ἐν Ὀλυμπιακοῖς καὶ Πυθικοῖς ἀγῶσιν
ἄθηλος ἵππῳ πῶλος ὣς ἅμα τρέχει
119 κατὰ Σιμωνίδην, ὡς Ἀριστείδης Κλεισθένει καὶ Κίμων Ἀριστείδῃ καὶ Φωκίων Χαβρίᾳ καὶ Κάτων Μαξίμῳ Φαβίῳ καὶ Σύλλᾳ Πομπήιος καὶ Φιλοποίμενι Πολύβιος: νέοι γὰρ ὄντες πρεσβυτέροις [p. 42] ἐπιβάλλοντες, εἶθ᾽ οἷον παραβλαστάνοντες καὶ συνεξανιστάμενοι ταῖς ἐκείνων πολιτείαις καὶ πράξεσιν, ἐμπειρίαν καὶ συνήθειαν ἐκτῶντο πρὸς τὰ κοινὰ μετὰ δόξης καὶ δυνάμεως.


μὲν οὖν Ἀκαδημαϊκὸς Αἰσχίνης, σοφιστῶν τινων λεγόντων ὅτι προσποιεῖται γεγονέναι Καρνεάδου μὴ γεγονὼς μαθητής, ‘ἀλλὰ τότε γ᾽εἶπενἐγὼ Καρνεάδου διήκουον, ὅτε τὴν ῥαχίαν καὶ τὸν ψόφον ἀφεικὼς λόγος αὐτοῦ διὰ τὸ γῆρας εἰς τὸ χρήσιμον συνῆκτο καὶ κοινωνικόντῆς δὲ πρεσβυτικῆς πολιτείας οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ ταῖς πράξεσιν ἀπηλλαγμένης πανηγυρισμοῦ καὶ δοξοκοπίας, ὥσπερ τὴν ἶριν 120 λέγουσιν ὅταν παλαιὰ γενομένη τὸ βρομῶδες ἀποπνεύσῃ καὶ θολερὸν εὐωδέστερον τὸ ἀρωματικὸν ἴσχειν, οὕτως οὐδέν ἐστι δόγμα γεροντικὸν οὐδὲ βούλευμα τεταραγμένον ἀλλ᾽ ἐμβριθῆ πάντα καὶ καθεστῶτα. διὸ καὶ τῶν νέων ἕνεκα δεῖ, καθάπερ εἴρηται, πολιτεύεσθαι τὸν πρεσβύτην, ἵνα, ὃν τρόπον φησὶ Πλάτων 121 ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου, μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι κολαζόμενον, οὕτως εὐλάβεια γεροντικὴ κεραννυμένη πρὸς ζέουσαν ἐν δήμῳ νεότητα, βακχεύουσαν ὑπὸ δόξης καὶ φιλοτιμίας, ἀφαιρῇ τὸ μανικὸν καὶ λίαν ἄκρατον.


ἄνευ δὲ τούτων ἁμαρτάνουσιν οἱ οἷον 122 τὸ πλεῦσαι καὶ τὸ στρατεύσασθαι, τοιοῦτον ἡγούμενοι [p. 43] καὶ τὸ πολιτεύσασθαι πρὸς ἄλλο τι 123 πραττόμενον, εἶτα καταλῆγον ἐν τῷ τυχεῖν ἐκείνου : λειτουργία γὰρ οὐκ ἔστιν πολιτεία τὴν χρείαν ἔχουσα πέρας, ἀλλὰ βίος ἡμέρου καὶ πολιτικοῦ καὶ κοινωνικοῦ ζῴου καὶ πεφυκότος 124 ὅσον χρὴ 125 χρόνον πολιτικῶς καὶ φιλοκάλως καὶ φιλανθρώπως ζῆν. διὸ πολιτεύεσθαι καθῆκόν ἐστιν οὐ πεπολιτεῦσθαι, καθάπερ ἀληθεύειν οὐκ ἀληθεῦσαι καὶ δικαιοπραγεῖν οὐ δικαιοπραγῆσαι καὶ φιλεῖν οὐ φιλῆσαι τὴν πατρίδα καὶ τοὺς πολίτας. ἐπὶ ταῦτα γὰρ φύσις ἄγει, καὶ ταύτας ὑπαγορεύει τὰς φωνὰς τοῖς μὴ διεφθορόσι τελείως ὑπ᾽ ἀργίας καὶ μαλακίας: καὶ
πολλοῦ σε θνητοῖς ἄξιον τίκτει πατήρ
126
μή 127 τι παυσώμεσθα 128 δρῶντες εὖ βροτούς
129


οἱ δὲ τὰς ἀρρωστίας προβαλλόμενοι καὶ τὰς ἀδυναμίας νόσου καὶ πηρώσεως μᾶλλον γήρως κατηγοροῦσι καὶ γὰρ νέοι πολλοὶ νοσώδεις καὶ ῥωμαλέοι γέροντες: ὥστε δεῖ μὴ τοὺς γέροντας ἀλλὰ τοὺς ἀδυνάτους ἀποτρέπειν, μηδὲ τοὺς νέους παρακαλεῖν ἀλλὰ τοὺς δυναμένους. καὶ γὰρ καὶ Ἀριδαῖος ἦν νέος γέρων δ᾽ Ἀντίγονος, ἀλλ᾽ μὲν ἅπασαν ὀλίγου δεῖν κατεκτήσατο τὴν Ἀσίαν, δ᾽ ὥσπερ ἐπὶ σκηνῆς δορυφόρημα κωφὸν ἦν ὄνομα βασιλέως καὶ πρόσωπον ὑπὸ τῶν ἀεὶ κρατούντων παροινούμενον. ὥσπερ οὖν Πρόδικον τὸν σοφιστὴν [p. 44] Φιλήταν τὸν ποιητὴν ἀξιῶν πολιτεύεσθαι, νέους μὲν ἰσχνοὺς δὲ καὶ νοσώδεις καὶ τὰ πολλὰ κλινοπετεῖς δι᾽ ἀρρωστίαν ὄντας, ἀβέλτερός ἐστιν: οὕτως κωλύων ἄρχειν καὶ στρατηγεῖν τοιούτους γέροντας, οἷος ἦν Φωκίων οἷος ἦν Μασανάσσης Λίβυς οἷος Κάτων Ῥωμαῖος, μὲν γὰρ Φωκίων, ὡρμημένων πολεμεῖν ἀκαίρως τῶν Ἀθηναίων, παρήγγειλε τοὺς ἄχρι ἑξήκοντ᾽ ἐτῶν ἀκολουθεῖν ὅπλα λαβόντας ὡς δ᾽ ἠγανάκτουν, ‘οὐδένἔφηδεινόν: ἐγὼ γὰρ ἔσομαι μεθ᾽ ὑμῶν στρατηγὸς ὑπὲρ ὀγδοήκοντ᾽ ἔτη γεγονώς.’ Μασανάσσην δ᾽ ἱστορεῖ Πολύβιος ἐνενήκοντα μὲν ἐτῶν ἀποθανεῖν, τετράετες καταλιπόντα παιδάριον ἐξ αὐτοῦ γεγενημένον 130, ὀλίγῳ δ᾽ ἔμπροσθεν τῆς τελευτῆς μάχῃ νικήσαντα μεγάλῃ Καρχηδονίους ὀφθῆναι τῇ ὑστεραίᾳ πρὸ τῆς σκηνῆς ῥυπαρὸν ἄρτον ἐσθίοντα, καὶ πρὸς τοὺς θαυμάζοντας εἰπεῖν, ὅτι τοῦτο ποιεῖ
λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐπρεπὴς 131
132 133 χαλκός: χρόνῳ δ᾽ ἀργῆσαν ἤμυσε στέγος,'
ὥς φησι Σοφοκλῆς: ὡς δ᾽ ἡμεῖς φαμεν, ἐκεῖνο τῆς ψυχῆς τὸ γάνωμα καὶ τὸ φέγγος 134, λογιζόμεθα καὶ μνημονεύομεν καὶ φρονοῦμεν.


διὸ καὶ τοὺς βασιλεῖς φασι γίγνεσθαι βελτίονας ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις σχολὴν ἄγοντας. Ἄτταλον γοῦν τὸν Εὐμένους 135 ἀδελφόν, [p. 45] ὑπ᾽ ἀργίας μακρᾶς καὶ εἰρήνης ἐκλυθέντα κομιδῇ, Φιλοποίμην εἷς τῶν ἑταίρων ἐποίμαινεν ἀτεχνῶς πιαινόμενον: ὥστε καὶ τοὺς Ῥωμαίους παίζοντας ἑκάστοτε διαπυνθάνεσθαι παρὰ τῶν ἐξ Ἀσίας πλεόντων, εἰ δύναται παρὰ τῷ Φιλοποίμενι βασιλεύς Λευκόλλου δὲ Ῥωμαίων οὐ πολλοὺς ἄν τις εὕροι δεινοτέρους στρατηγούς, ὅτε τῷ πράττειν τὸ φρονεῖν συνεῖχεν: ἐπεὶ δὲ μεθῆκεν ἑαυτὸν εἰς βίον ἄπρακτον καὶ δίαιταν οἰκουρὸν καὶ ἄφροντιν, ὥσπερ οἱ σπόγγοι ταῖς γαλήναις ἐννεκρωθεὶς καὶ καταμαρανθείς, εἶτα Καλλισθένει τινὶ τῶν ἀπελευθέρων βόσκειν καὶ τιθασεύειν παρέχων τὸ γῆρας, ἐδόκει καταφαρμακεύεσθαι φίλτροις ὑπ᾽ αὐτοῦ καὶ γοητεύμασιν, ἄχρι οὗ Μάρκος ἀδελφὸς ἀπελάσας τὸν ἄνθρωπον αὐτὸς ᾠκονόμει καὶ ἐπαιδαγώγει 136 τὸν λοιπὸν αὐτοῦ βίον, οὐ πολὺν γενόμενον. ἀλλὰ Δαρεῖος 137 Ξέρξου πατὴρ ἔλεγεν αὐτὸς αὑτοῦ παρὰ τὰ δεινὰ γίγνεσθαι φρονιμώτερος, δὲ Σκύθης Ἀτέας 138 μηδὲν οἴεσθαι τῶν ἱπποκόμων διαφέρειν ἑαυτόν, ὅτε σχολάζοι 139 Διονύσιος δ᾽ πρεσβύτερος πρὸς τὸν πυθόμενον εἰ σχολάζοι μηδέποτ᾽ εἶπενἐμοὶ τοῦτο συμβαίητόξον μὲν γάρ, ὥς φασιν, ἐπιτεινόμενον 140 ῥήγνυται, ψυχὴ δ᾽ ἀνιεμένη. καὶ γὰρ ἁρμονικοὶ τὸ κατακούειν ἡρμοσμένου καὶ γεωμέτραι τὸ ἀναλύειν καὶ ἀριθμητικοὶ τὴν ἐν τῷ λογίζεσθαι συνέχειαν 141 ἐκλιπόντες ἅμα ταῖς ἐνεργείαις ἀμαυροῦσι 142 ταῖς [p. 46] ἡλικίαις 143 τὰς ἕξεις, καίπερ οὐ πρακτικὰς ἀλλὰ θεωρητικὰς τέχνας ἔχοντες: δὲ τῶν πολιτικῶν ἕξις, εὐβουλία καὶ φρόνησις καὶ δικαιοσύνη, πρὸς δὲ τούτοις ἐμπειρία στοχαστικὴ καιρῶν καὶ λόγων, πειθοῦς δημιουργὸς δύναμις οὖσα, τῷ λέγειν ἀεί τι καὶ πράττειν καὶ λογίζεσθαι καὶ δικάζειν συνέχεται καὶ δεινόν, εἰ τούτων ἀποδρᾶσα περιόψεται τηλικαύτας ἀρετὰς καὶ τοσαύτας ἐκρυείσας τῆς ψυχῆς καὶ γὰρ τὸ φιλάνθρωπον εἰκός ἐστιν ἀπομαραίνεσθαι καὶ τὸ κοινωνικὸν καὶ τὸ εὐχάριστον, ὧν οὐδεμίαν εἶναι δεῖ τελευτὴν οὐδὲ πέρας.


εἰ γοῦν πατέρα τὸν Τιθωνὸν εἶχες,: ἀθάνατον μὲν ὄντα χρείαν δ᾽ ἔχοντα διὰ γῆρας ἀεὶ πολλῆς ἐπιμελείας, οὐκ ἂν οἶμαὶ σε φυγεῖν οὐδ᾽ ἀπείπασθαι τὸ θεραπεύειν καὶ προσαγορεύειν καὶ βοηθεῖν ὡς λελειτουργηκότα πολὺν χρόνον δὲ πατρὶς καὶ μητρὶς ὡς Κρῆτες καλοῦσι, πρεσβύτερα καὶ μείζονα δίκαια γονέων ἔχουσα, πολυχρόνιος μὲν ἐστιν οὐ μὴν ἀγήρως οὐδ᾽ αὐτάρκης, ἀλλ᾽ ἀεὶ πολυωρίας δεομένη καὶ βοηθείας καὶ φροντίδος ἐπισπᾶται καὶ κατέχει τὸν πολιτικὸν
εἱανοῦ 144 ἁπτομένη καὶ τ᾽ ἐσσύμενον κατερύκει.
145 καὶ μὴν οἶσθά με τῷ Πυθίῳ λειτουργοῦντα πολλὰς Πυθιάδας: ἀλλ᾽ οὐκ ἂν εἴποιςἱκανά σοι, Πλούταρχε, τέθυται καὶ πεπόμπευται καὶ κεχόρευται, νῦν δ᾽ ὥρα πρεσβύτερον ὄντα τὸν στέφανον ἀποθέσθαι καὶ τὸ χρηστήριον ἀπολιπεῖν διὰ τὸ γῆρας.’ οὐκοῦν [p. 47] μηδὲ σεαυτὸν οἴου δεῖν, τῶν πολιτικῶν ἱερῶν ἔξαρχον ὄντα καὶ προφήτην, ἀφεῖναι τὰς τοῦ Πολιέως καὶ Ἀγοραίου τιμὰς Διός, ἔκπαλαι κατωργιασμένον αὐταῖς.


ἀλλ᾽ ἀφέντες, εἰ βούλει, τὸν ἀποσπῶντα τῆς πολιτείας λόγον ἐκεῖνο σκοπῶμεν ἤδη καὶ φιλοσοφῶμεν, ὅπως μηδὲν ἀπρεπὲς μηδὲ βαρὺ τῷ γήρᾳ προσάξωμεν 146 ἀγώνισμα, πολλὰ μέρη τῆς πολιτείας ἐχούσης ἁρμόδια καὶ πρόσφορα τοῖς τηλικούτοις ὥσπερ γάρ, εἰ καθῆκον ἦν ᾄδοντας διατελεῖν, ἔδει, πολλῶν τόνων καὶ τρόπων ὑποκειμένων φωνῆς, οὓς ἁρμονίας οἱ μουσικοὶ καλοῦσι, μὴ τὸν ὀξὺν ἅμα καὶ σύντονον διώκειν γέροντας γενομένους, ἀλλ᾽ ἐν τὸ ῥᾴδιον ἔπεστι μετὰ τοῦ πρέποντος ἤθους οὕτως, ἐπεὶ τὸ πράττειν καὶ λέγειν μᾶλλον ἀνθρώποις κύκνοις τὸ ᾁδειν ἄχρι τελευτῆς κατὰ φύσιν ἔστιν, οὐκ ἀφετέον τὴν πρᾶξιν ὥσπερ τινὰ λύραν σύντονον ἀλλ᾽ ἀνετέον ἐπὶ τὰ κοῦφα καὶ μέτρια καὶ προσῳδὰ πρεσβύταις πολιτεύματα μεθαρμοττομένους. οὐδὲ γὰρ τὰ σώματα παντελῶς ἀκίνητα καὶ ἀγύμναστα περιορῶμεν, ὅτε μὴ δυνάμεθα σκαφείοις μηδ᾽ ἁλτῆρσι χρῆσθαι μηδὲ δισκεύειν μηδ᾽ ὁπλομαχεῖν ὡς καὶ πρότερον, ἀλλ᾽ αἰώραις καὶ περιπάτοις, ἔνιοι δὲ καὶ σφαίρᾳ προσπαλαίοντες ἐλαφρῶς καὶ διαλεγόμενοι κινοῦσι τὸ πνεῦμα καὶ τὸ θερμὸν ἀναρριπίζουσι : μήτε δὴ τελέως ἐκπαγέντας ἑαυτοὺς καὶ καταψυχθέντας ἀπραξίᾳ περιίδωμεν 147 μήτ᾽ αὖ [p. 48] πάλιν πᾶσαν ἀρχὴν ἐπαιρόμενοι καὶ παντὸς ἐπιδραττόμενοι πολιτεύματος ἀναγκάζωμεν τὸ γῆρας ἐξελεγχόμενον ἐπὶ τοιαύτας φωνὰς καταφέρεσθαι
δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ: 148
ἐν δ᾽ ἀσθενείᾳ τὸν πόθον 149 διώλεσας.
οὐδὲ γὰρ ἀκμάζων καὶ δυνάμενος ἀνὴρ ἐπαινεῖται, πάντα συλλήβδην ἀνατιθεὶς; ἑαυτῷ τὰ κοινὰ πράγματα καὶ μηδὲν ἑτέρῳ παριέναι βουλόμενος, ὥσπερ οἱ Στωικοὶ τὸν Δία λέγουσιν, εἰς πάντα παρενείρων καὶ πᾶσι καταμιγνὺς ἑαυτὸν ἀπληστίᾳ δόξης φθόνῳ τῶν μεταλαμβανόντων ἁμωσγέπως τιμῆς τινος ἐν τῇ πόλει καὶ δυνάμεως: πρεσβύτῃ δὲ κομιδῇ, κἂν τὸ ἄδοξον ἀφέλῃς, ἐπίπονος καὶ ταλαίπωρος πρὸς πᾶν μὲν ἀεὶ κληρωτήριον ἀπαντῶσα φιλαρχία, παντὶ δ᾽ ἐφεδρεύουσα δικαστηρίου καιρῷ καὶ συνεδρίου πολυπραγμοσύνη, πᾶσαν δὲ πρεσβείαν καὶ προδικίαν ὑφαρπάζουσα φιλοτιμία. καὶ γὰρ ταῦτα πράττειν καὶ μετ᾽ εὐνοίας βαρὺ παρ᾽ ἡλικίαν, συμβαίνει δέ γε τἀναντία μισοῦνται μὲν γὰρ ὑπὸ τῶν νέων, ὡς οὐ προϊέμενοι πράξεων αὐτοῖς ἀφορμὰς μηδ᾽ 150 εἰς μέσον ἐῶντες προελθεῖν, ἀδοξεῖ δὲ παρὰ τοῖς ἄλλοις τὸ φιλόπρωτον αὐτῶν καὶ φίλαρχον οὐχ ἧττον τὸ φιλόπλουτον ἑτέρων γερόντων καὶ φιλήδονον.


' : ὥσπερ οὖν τὸν Βουκέφαλον Ἀλέξανδρος πρεσβύτερον ὄντα μὴ βουλόμενος πιέζειν ἑτέροις ἐπωχεῖτο πρὸ τῆς μάχης ἵπποις, ἐφοδεύων τὴν [p. 49] φάλαγγα καὶ καθιστὰς εἰς τὴν τάξιν, εἶτα δοὺς τὸ σύνθημα καὶ μεταβὰς ἐπ᾽ ἐκεῖνον εὐθὺς ἐπῆγε τοῖς πολεμίοις καὶ διεκινδύνευεν : οὕτως πολιτικός, ἂν ἔχῃ νοῦν, αὐτὸς αὑτὸν ἡνιοχῶν πρεσβύτην γενόμενον ἀφέξεται τῶν οὐκ ἀναγκαίων καὶ παρήσει τοῖς ἀκμάζουσι χρῆσθαι πρὸς τὰ μικρότερα τὴν πόλιν, ἐν δὲ τοῖς μεγάλοις αὐτὸς ἀγωνιεῖται προθύμως. οἱ μὲν γὰρ ἀθληταὶ τὰ σώματα τῶν: ἀναγκαίων πόνων ἄθικτα τηροῦσι καὶ ἀκέραια πρὸς τοὺς ἀχρήστους: ἡμεῖς δὲ τοὐναντίον, ἐῶντες τὰ μικρὰ καὶ φαῦλα, τοῖς ἀξίοις σπουδῆς φυλάξομεν ἑαυτούς: ‘νέῳμὲν γὰρ ἴσως ἐπέοικε ‘’ καθ᾽ Ὅμηρον 151πάντα,’ καὶ δέχονται 152 καὶ ἀγαπῶσι τὸν μὲν μικρὰ καὶ πολλὰ πράττοντα δημοτικὸν καὶ φιλόπονον τὸν δὲ 153 λαμπρὰ καὶ σεμνὰ γενναῖον καὶ μεγαλόφρονα καλοῦντες: ἔστι δ᾽ ὅπου καὶ τὸ φιλόνεικον καὶ παράβολον ὥραν ἔχει τινὰ καὶ χάριν ἐπιπρέπουσαν τοῖς τηλικούτοις 154 πρεσβύτης δ᾽ ἀνὴρ ἐν πολιτείᾳ διακονικὰς λειτουργίας ὑπομένων, οἷα τελῶν πράσεις καὶ λιμένων ἐπιμελείας καὶ ἀγορᾶς, ἔτι δὲ πρεσβείας καὶ ἀποδημίας πρὸς ἡγεμόνας καὶ δυνάστας ὑποτρέχων, ἐν αἷς ἀναγκαῖον οὐδὲν οὐδὲ σεμνὸν ἔνεστιν ἀλλὰ θεραπεία καὶ τὸ πρὸς χάριν, ἐμοὶ μὲν οἰκτρόν, φίλε, φαίνεται καὶ ἄζηλον, ἑτέροις δ᾽ ἴσως καὶ ἐπαχθὲς φαίνεται 155 καὶ φορτικόν,


οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα [p. 50] φέρεσθαι 156, πλὴν: ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα: καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς: Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ βίου παντὸς πατρὶς ἀνατέθεικεπόνον 157 ἡδὺν κάματὸν τ̓ εὐκάματονἔχουσαν. δεῖ δὲ 158 καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδ᾽ αἰτουμένους 159 ἀλλὰ παραιτουμένους, μηδ᾽ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλ᾽ ὡς αὑτοὺς τῷ ἄρχειν ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος Καῖσαρ ἔλεγε, τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντ᾽ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας φωνὴν ἀρχαιρεσιάζουσαν: ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας.


οὕτω δέ πως καὶ λόγῳ χρηστέον ἐν ἐκκλησίᾳ πρεσβύτην γενόμενον, μὴ ἐπιπηδῶντα συνεχῶς τῷ βήματι μηδ᾽ ἀεὶ δίκην ἀλεκτρυόνος ἀντᾴδοντα τοῖς φθεγγομένοις, μηδὲ τῷ συμπλέκεσθαι καὶ διερεθίζειν ἀποχαλινοῦντα τὴν πρὸς αὐτὸν 160 αἰδῶ τῶν νέων μηδὲ μελέτην ἐμποιοῦντα καὶ συνήθειαν [p. 51] ἀπειθείας καὶ δυσηκοΐας, ἀλλὰ καὶ παριέντα 161 ποτὲ καὶ διδόντα πρὸς δόξαν ἀναχαιτίσαι καὶ θρασύνασθαι 162, μηδὲ παρόντα μηδὲ πολυπραγμονοῦντα, ὅπου μὴ 163 μέγα τὸ κινδυνευόμενόν ἐστι πρὸς σωτηρίαν κοινὴν τὸ καλὸν καὶ πρέπον. ἐκεῖ δὲ χρὴ καὶ μηδενὸς καλοῦντος ὠθεῖσθαι δρόμῳ παρὰ δύναμιν, ἀναθέντα χειραγωγοῖς αὑτὸν φοράδην κομιζόμενον, ὥσπερ ἱστοροῦσιν ἐν Ῥώμῃ Κλαύδιον Ἄππιον : ἡττημένων γὰρ ὑπὸ Πύρρου μάχῃ μεγάλῃ, πυθόμενος τὴν σύγκλητον ἐνδέχεσθαι λόγους περὶ σπονδῶν καὶ εἰρήνης οὐκ ἀνασχετὸν ἐποιήσατο, καίπερ ἀμφοτέρας ἀποβεβληκὼς τὰς ὄψεις, ἀλλ᾽ ἧκε δι᾽ ἀγορᾶς φερόμενος πρὸς τὸ βουλευτήριον εἰσελθὼν δὲ καὶ καταστὰς εἰς μέσον ἔφη πρότερον μὲν ἄχθεσθαι τῷ τῶν ὀμμάτων στέρεσθαι, νῦν δ᾽ ἂν εὔξασθαι μηδ᾽ ἀκούειν οὕτως αἰσχρὰ καὶ ἀγεννῆ βουλευομένους καὶ πράττοντας ἐκείνους. ἐκ δὲ τούτου τὰ μὲν καθαψάμενος αὐτῶν τὰ δὲ διδάξας καὶ παρορμήσας, ἔπεισεν εὐθὺς ἐπὶ τὰ ὅπλα χωρεῖν καὶ διαγωνίζεσθαι περὶ τῆς Ἰταλίας πρὸς τὸν Πύρρον. δὲ Σόλων, τῆς Πεισιστράτου δημαγωγίας, ὅτι τυραννίδος ἦν μηχάνημα, φανερᾶς γενομένης, μηδενὸς ἀμύνεσθαι μηδὲ κωλύειν τολμῶντος, αὐτὸς ἐξενεγκάμενος τὰ ὅπλα καὶ πρὸ τῆς οἰκίας θέμενος ἠξίου βοηθεῖν τοὺς πολίτας: πέμψαντος δὲ τοῦ Πεισιστράτου πρὸς αὐτὸν καὶ πυνθανομένου τίνι πεποιθὼς ταῦτα πράττει 164, ‘τῷ γήρᾳεἶπεν. [p. 52]


ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας:, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας δι᾽ οὓς πράττεται χρείας καὶ ὠφελείας: ἔστι δ᾽ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δ᾽ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετ᾽ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος 165 ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δ᾽ ἀφόβως 166 τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δ᾽ καὶ συναναπληρῶν μετ᾽ εὐφημίας τὸ ἐλλεῖπον, ὡς Νέστωρ
οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
167 οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ἵκεο: μύθων,
μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.


τούτου δὲ πολιτικώτερον 168, μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ 169 ὀνειδίζων 170 171 ἄνευ δηγμοῦ σφόδρα [p. 53] κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον: εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλ᾽: ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως φέροντος ἅψασθαι 172 παλαιόν τινα γέροντα τῶν ἀκηκοότων 1 Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν θεάτρων ὑπ᾽ αὐτῷ γενησομένων.


καθόλου δ᾽ ὥσπερ ἐν Ῥώμῃ ταῖς Ἑστιάσι παρθένοις τοῦ χρόνου διώρισται τὸ μὲν μανθάνειν τὸ δὲ δρᾶν τὰ νενομισμένα τὸ δὲ τρίτον ἤδη διδάσκειν, καὶ τῶν ἐν Ἐφέσῳ περὶ τὴν Ἄρτεμιν ὁμοίως ἑκάστην 173 Μελλιέρην τὸ πρῶτον εἶθ᾽ Ἱέρην τὸ δὲ τρίτον Παριέρην 174 καλοῦσιν: οὕτως τελέως πολιτικὸς ἀνὴρ τὰ μὲν πρῶτα μανθάνων ἔτι [p. 54] πολιτεύεται 175 καὶ μυούμενος τὰ δ᾽ ἔσχατα διδάσκων καὶ μυσταγωγῶν : τὸ μὲν γὰρ ἐπιστατεῖν ἀθλοῦσιν ἑτέροις οὐκ ἔστιν αὐτὸν ἀθλεῖν, δὲ παιδοτριβῶν νέον ἐν πράγμασι κοινοῖς καὶ δημοσίοις ἀγῶσι καὶ παρασκευάζων τῇ πατρίδι
μύθων τε ῥητῆρ᾽ ἔμεναι πρηκτῆρά τε ἔργων
176
ἐν οὐ μικρῷ μέρει πολιτείας οὐδὲ φαύλῳ χρήσιμός ἐστιν, ἀλλ᾽ εἰς μάλιστα καὶ πρῶτον Λυκοῦργος ἐντείνας ἑαυτὸν εἴθισε: τοὺς νέους παντὶ πρεσβύτῃ καθάπερ νομοθέτῃ πειθομένους διατελεῖν: ἐπεὶ πρὸς τί βλέψας Λύσανδρος: εἶπεν, ὡς ἐν Λακεδαίμονι κάλλιστα γηρῶσιν; ἆρ᾽ ὅτι γ᾽ ἀργεῖν 177 ἔξεστι μάλιστα τοῖς πρεσβυτέροις ἐκεῖ καὶ δανείζειν κυβεύειν συγκαθεζομένους πίνειν ἐν ὥρᾳ συνάγοντας 178; οὐκ ἂν εἴποις: ἀλλ᾽ ὅτι τρόπον τινὰ πάντες οἱ τηλικοῦτοι τάξιν ἀρχόντων τινων πατρονόμων παιδαγωγῶν ἔχοντες; οὐ τὰ κοινὰ μόνον ἐπισκοποῦσιν, ἀλλὰ καὶ τῶν νέων ἕκαστ᾽ ἀεὶ περί τε τὰ γυμνάσια καὶ παιδιὰς 179 καὶ διαίτας καταμανθάνουσιν οὐ παρέργως, φοβεροὶ μὲν ὄντες τοῖς ἁμαρτάνουσιν 180 αἰδεστοὶ δὲ τοῖς ἀγαθοῖς καὶ ποθεινοί: θεραπεύουσι γὰρ ἀεὶ καὶ διώκουσιν αὐτοὺς οἱ νέοι, τὸ κόσμιον καὶ τὸ γενναῖον αὔξοντας; καὶ συνεπιγαυροῦντας ἄνευ φθόνου. [p. 55]


τοῦτο γὰρ τὸ πάθος οὐδενὶ χρόνῳ πρέπον ἡλικίας, ὅμως ἐν νέοις εὐπορεῖ χρηστῶν ὀνομάτων, ἅμιλλα καὶ ζῆλος καὶ φιλοτιμία προσαγορευόμενον, ἐν δὲ πρεσβύταις παντελῶς ἄωρόν ἐστι καὶ ἄγριον καὶ ἀγεννές. διὸ δεῖ πορρωτάτω τοῦ φθονεῖν ὄντα τὸν πολιτικὸν γέροντα, μὴ καθάπερ τὰ βάσκανα 181 γεράνδρυα τῶν παραβλαστανόντων καὶ ὑποφυομένων σαφῶς ἀφαιρεῖσθαι καὶ κολούειν 182 τὴν βλάστην καὶ , τὴν αὔξησιν, ἀλλ᾽ εὐμενῶς προσδέχεσθαι καὶ παρέχειν τοῖς ἀντιλαμβανομένοις καὶ προσπλεκομένοις ἑαυτὸν ὀρθοῦντα καὶ χειραγωγοῦντα καὶ τρέφοντα μὴ μόνον ὑφηγήσεσι καὶ συμβουλίαις ἀγαθαῖς, ἀλλὰ καὶ παραχωρήσεσι πολιτευμάτων τιμὴν ἐχόντων καὶ δόξαν τινας ὑπουργίας ἀβλαβεῖς μὲν ἡδείας δὲ τοῖς πολλοῖς καὶ πρὸς χάριν ἐσομένας: ὅσα δ᾽ ἐστὶν ἀντίτυπα καὶ προσάντη καὶ καθάπερ , τὰ φάρμακα δάκνει παραχρῆμα καὶ λυπεῖ τὸ δὲ καλὸν καὶ λυσιτελὲς ὕστερον ἀποδίδωσι, μὴ τοὺς νέους ἐπὶ ταῦτα προσάγοντα μηδ᾽ ὑποβάλλοντα θορύβοις, ὄχλων ἀγνωμονούντων ἀήθεις ὄντας, ἀλλ᾽ 183 αὐτὸν ἐκδεχόμενον τὰς ὑπὲρ τῶν συμφερόντων ἀπεχθείας: τούτῳ γὰρ εὐνουστέρους τε ποιήσει τοὺς νέους καὶ προθυμοτέρους ἐν ταῖς ἄλλαις ὑπηρεσίαις.


παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρε [p. 56] σβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν λέγοντας γράφοντας, οἱ πολλοὶ τοῦ 184 πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνοντας: δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθ᾽ ἡμέραν ὁμαλῶς 185 πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος 186, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν πρὸς φίλον βαδίζοντας. ὅμοιον δ᾽ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτ᾽ εἰς θρόνον καθίσας οὔθ᾽ ὥραν διατριβῆς περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ συμπαίζων 187, ὅτε τύχοι, καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένος 188 καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, ὡς τοὺς μὲν ἀνοήτους, οὐδ᾽ ὅταν στρατηγῶσιν γραμματεύωσιν δημηγορῶσι, πολιτευομένους ἀλλ᾽ ὀχλοκοποῦντας πανηγυρίζοντας στασιάζοντας λειτουργοῦντας ἀναγκαίως: τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί; [p. 57] θηται, πολιτευόμενον ἀεὶ τῷ παρορμᾶν τοὺς δυναμένους 189, ὑφηγεῖσθαι τοῖς δεομένοις, συμπαρεῖναι τοῖς βουλευομένοις, διατρέπειν τοὺς κακοπραγμονοῦντας, ἐπιρρωννύναι τοὺς εὐγνώμονας, φανερὸν εἶναι μὴ παρέργως προσέχοντα τοῖς κοινοῖς μηδ᾽ ὅπου σπουδή τις παράκλησις διὰ τὸ πρωτεῖον 190 εἰς τὸ θέατρον βαδίζοντα καὶ τὸ βουλευτήριον, ἄλλως δὲ διαγωγῆς χάριν ὡς ἐπὶ θέαν ἀκρόασιν, ὅταν ἐπέλθῃ, παραγιγνόμενον, ἀλλά, κἂν μὴ παραγένηται τῷ σώματι , παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.


οὐδὲ γὰρ Ἀθηναίων Ἀριστείδης οὐδὲ Ῥωμαίων Κάτων ἦρξε πολλάκις, ἀλλὰ πάντα τὸν αὑτῶν βίον ἐνεργὸν ἀεὶ: ταῖς πατρίσι παρέσχον. Ἐπαμεινώνδας δὲ πολλὰ μὲν καὶ μεγάλα κατώρθωσε στρατηγῶν, οὐκ ἔλαττον δ᾽ αὐτοῦ μνημονεύεται μηδὲ στρατηγοῦντος μηδ᾽ ἄρχοντος ἔργον περὶ Θετταλίαν, ὅτε τῶν στρατηγῶν εἰς τόπους χαλεποὺς; ἐμβαλόντων τὴν φάλαγγα καὶ θορυβουμένων ῾ἐπέκειντο γὰρ οἱ πολέμιοι βάλλοντες᾿, ἀνακληθεὶς ἐκ τῶν ὁπλιτῶν πρῶτον μὲν ἔπαυσε θαρρύνας τὸν τοῦ στρατεύματος τάραχον καὶ φόβον, ἔπειτα διατάξας καὶ διαρμοσάμενος τὴν φάλαγγα συγκεχυμένην ἐξήγαγε ῥᾳδίως καὶ κατέστησεν ἐναντίαν τοῖς πολεμίοις, ὥστ᾽ ἀπελθεῖν ἐκείνους μεταβαλομένους. Ἄγιδος δὲ τοῦ βασιλέως ὠς ἐν Ἀρκαδίᾳ τοῖς πολεμίοις ἐπάγοντος ἤδη [p. 58] τὸ στράτευμα συντεταγμένον εἰς μάχην, τῶν πρεσβυτέρων τις Σπαρτιατῶν ἐπεβόησεν, ὅτι διανοεῖται κακὸν κακῷ ἰᾶσθαι, δηλῶν τῆς ἐξ Ἄργους ἐπαιτίου 191 ἀναχωρήσεως τὴν παροῦσαν ἄκαιρον προθυμίαν ἀνάληψιν βουλόμενον 192 εἶναι, ὡς Θουκυδίδης φησίν: δ᾽ Ἆγις ἀκούσας ἐπείσθη καὶ ἀνεχώρησε. Μενεκράτει δὲ 193 καὶ δίφρος ἔκειτο καθ᾽ ἡμέραν παρὰ ταῖς θύραις τοῦ ἀρχείου, καὶ πολλάκις ἀνιστάμενοι πρὸς αὐτὸν οἱ Ἔφοροι διεπυνθάνοντο καὶ συνεβουλεύοντο 1 περὶ τῶν μεγίστων. ἐδόκει ἔμφρων εἶναι καὶ συνετὸς ἱστορεῖσθαι διὸ καὶ παντάπασιν 194 ἤδη τὴν, τοῦ σώματος ἐξημαυρωμένος δύναμιν καὶ τὰ πολλὰ κλινήρης διημερεύων, μεταπεμπομένων εἰς ἀγορὰν τῶν Ἐφόρων, ὥρμησε μὲν ἐξαναστὰς βαδίζειν, μόλις καὶ χαλεπῶς προερχόμενος, εἶτα παιδαρίοις ἐντυχὼν καθ᾽ ὁδόν, ἠρώτησεν, εἴ τι γινώσκουσιν ἀναγκαιότερον ὂν τοῦ πείθεσθαι δεσπότῃ: τῶν δὲ φησάντωντὸ μὴ δύνασθαιτοῦτο τῆς ὑπουργίας λογισάμενος πέρας ἀνέστρεψεν οἴκαδε. δεῖ γὰρ μὴ προαπολείπειν 195 τὴν προθυμίαν τῆς δυνάμεως, ἐγκαταλειφθεῖσαν δὲ μὴ βιάζεσθαι. καὶ μὴν Γαΐῳ Λαιλίῳ Σκιπίων ἐχρῆτο συμβούλῳ στρατηγῶν ἀεὶ καὶ πολιτευόμενος, ὥστε καὶ λέγειν ἐνίους ὑποκριτὴν τῶν πράξεων Σκιπίωνα ποιητὴν δὲ τὸν Γάιον εἶναι. Κικέρων δ̓ αὐτὸς ὁμολογεῖ τὰ [p. 59] κάλλιστα καὶ μέγιστα τῶν συμβουλευμάτων 196, οἷς ὤρθωσεν ὑπατεύων 197 τὴν πατρίδα, μετὰ Ποπλίου Νιγιδίου τοῦ φιλοσόφου συνθεῖναι.


οὕτω διὰ πολλῶν τρόπων τῆς πολιτείας οὐδὲν ἀποκωλύει τοὺς γέροντας ὠφελεῖν τὸ κοινὸν ἀπὸ τῶν βελτίστων, λόγου καὶ γνώμης καὶ παρρησίας καὶ φροντίδος πινυτῆς, ὡς δὴ ποιηταὶ 198 λέγουσιν. οὐ γὰρ αἱ χεῖρες ἡμῶν οὐδ᾽ οἱ πόδες, οὐδ᾽ τοῦ σώματος ῥώμη κτῆμα καὶ μέρος ἐστὶ τῆς πόλεως μόνον, ἀλλὰ πρῶτον ψυχὴ καὶ τὰ τῆς ψυχῆς κάλλη, δικαιοσύνη καὶ σωφροσύνη καὶ φρόνησις ὧν ὀψὲ καὶ βραδέως 199 τὸ οἰκεῖον ἀπολαμβανόντων, ἄτοπόν ἐστι τὴν μὲν οἰκίαν καὶ τὸν ἀγρὸν ἀπολαύειν καὶ τὰ λοιπὰ χρήματα καὶ κτήματα, κοινῇ δὲ τῇ πατρίδι καὶ τοῖς πολίταις μηκέτι χρησίμους εἶναι διὰ τὸν. χρόνον, οὐ τοσοῦτον τῶν ὑπηρετικῶν παραιρούμενον δυνάμεων, ὅσον ταῖς ἡγεμονικαῖς καὶ πολιτικαῖς προστίθησι. διὸ καὶ τῶν Ἑρμῶν τοὺς πρεσβυτέρους ἄχειρας καὶ ἄποδας ἐντεταμένους δὲ τοῖς μορίοις δημιουργοῦσιν , αἰνιττόμενοι τῶν γερόντων ἐλάχιστα δεῖσθαι διὰ τοῦ σώματος ἐνεργούντων, ἐὰν τὸν λόγον ἐνεργόν, ὡς προσήκει, καὶ γόνιμον ἔχωσιν.

1 Bergk. 1 p. 456

2 ante ἀρετὰν 'aliquid intercidisse numerus versus arguit' Bergkius

3 ἐς Pindarus: εἰς

4 cf. Leutsch. 2 p. 320

5 Duebnerus: μεταβάληται

6 καλὸν ἐντάφιον] cf. Isocr. 6, 125

7 γε] μὲν R

8 καλῶς Emperius: καθὼς

9 Bergk. 2 p. 417

10 ὅπερ] διόπερ W

11 τῶν] δεῖ τῶν Duebnerus

12 Thucydides 2, 44, 4: ἀγήρω

13 πώποτε accessit ex Stob. 45, 20

14 εἶδεν idem: οἶδεν

15 Κάτων] cf. Vit. Cat. ma. c. 9

16 Coraes: καλαμητρίας

17 Eur. Phoen. 1688

18 ἀλλ᾽ ὥσπερ Hauptius

19 ἐξέγρεσθαι mei

20 εἶτα τὴν *: οὔτ ἂν

21 R: συμβεβηκυῖαν

22 ὄψ᾽ Hauptius: ὀψέ μ᾽ (an ὄψιμ᾽?) cf. Leutsch. 2 p. 598. Nauck. Bemerk. zu Kock. Fr. Com. p. 175

23 ἀτεχνότερος] sanum est ut vid. cf. Plat. de Legg. p. 679a: ἀτεχνότεροι μὲν καὶ ἀμαθέστεροι

24 οὖ μὴ] οὐ μὴν mei

25 μεταλλάττειν iidem

26 Bergk. 3 p. 418

27 οὐ γὰρ τος. ἀηθ. τόλμης ἐμπόδιον καὶ τριβῆς ἔνδεια ἀποτροπὴ ἑκάστῳ τῶν στρατιωτῶν ὅσον ἀνδρὶ πολιτικῷ R. Lacunam significavit Duebnerus

28 κλεῖς τῶν πυλῶν] cf. Thucyd. 2, 21

29 Ἀγησιλάου] Xen. 11, 15

30 ὡς *: καὶ

31 δὲ] om. mei

32 Bergk. 3 p. 496

33 παίδων X: πολλῶν

34 Κολωνῷ Coraes: Κολωνοῦ

35 ] malim ἡς

36 ἔνθ᾽ : ἔνθα etiam Sophoclis cod.

37 λιγεῖα Nauckius

38 *: τὸ ἐπιγραμμάτιον

39 Bergk. 2 p. 245

40 Δημοσθένης] 21, 568

41 ἵππου γῆρας] Leutsch. 2 p. 175

42 ἀγοραίας] ἀγορᾶς mei

43 πολιτείαν Madvigius: πολιτείας

44 τροφὰς mei

45 ἀφροδισίαν αὐτῆς mei

46 οὐδὲ] οὐδὲν R

47 Λεύκολλον Duebnerus: λεύκολλον ἣν εὖπεν

48 malim καθημερινὰς

49 Nauck. p. 369

50 *: ἀπημβλυμένας

51 Vit. Galb. c. 16: κανὸς

52 κνήσεις R

53 Εὐριπίδου] Nauck. p. 655

54 cf. Phaedr. p. 246b. 248e

55 ὅμοια] ὅμοιαι?

56 ἔγραφεν mei

57 Ξενοφῶντα] Comm. 2, 1, 31

58 συμμαρτυροῦσα *: μαρτυροῦσα

59 ἡγεμὼν] γέμων Hauptius

60 ξύλων] om. iidem

61 fort. scrib. partim cum aliis ita: ὥσπερ γὰρ οἱ τεχνῖται - - διαφυλάττειν: οὕτως ἔστι καὶ δόξης cett. τεχνῖται - εἶναι] om. mei

62 ναύκληρος Leonicus: ναυκληρικὸς

63 ita W: ἀπὸ τῶν τυχόντων γενομένην

64 Iannotius: δεχομένη

65 προδικοῦντος idem: προσδοκῶντος

66 Μοῖσα Boeckhius: μοῦσα

67 cf. Bergk. 1 p. 448

68 καὶ βαΰζουσιν] προσβαΰζουσιν Coraes. cf. Bywater. p. 45

69 διαφλέγεσθαι Madvigius

70 *: ἐγκαταλιπεῖν

71 *: ἀνόπλους

72 malim Ἐπαμεινώνδου

73 Coraes: κόπτοντας

74 διὰ φροντίδος R

75 Nauck. p. 314

76 οὐ γὰρ τόσον] om. codices. Malim οὐ γὰρ τοσοῦτον

77 καὶ τὸ μὴ φαινόμενον κἑ] Fort. ἅτε μὴ φαινομένων (sc. τῶν παρ᾽ ἡλικίαν ἐπὶ τὸ βῆμα βαδιζόντων) ἄλλοτε μὲν ἐσφαλμένως ὁτὲ δ᾽ ὑπὸ δόξης κενῆς cett. Reiskius coniecerat: καὶ τὸ μὴ φαινόμενον (sc. τινα) ἅμα τὰ μὲν ἐσφαλμένον τὰ δ᾽ ὑπὸ δόξης cett.

78 τε χρῆσθαι G. Papavassiliu: κεκρῆσθαι

79 τε] γε?

80 τοὺς πολεμίους mei

81 εἶναι] supplendum vid. εἰκὸς εἶναι cf. p. 187c

82 Σοφοκλῆς] cf. Plat. Rep. p. 329 c

83 πολλοὺς καὶ Duebnerus

84 Eur. Or. 258

85 ] μὲν R

86 Kock. 3 p. 609. Nauck. p. 841

87 γοῦν Musgravius: γ᾽ οὖν

88 Kock. 3 p. 451

89 ] καὶ mei

90 Λάμπιν W

91 καταθίζων κάρα, ἤδη Madvigius. Fort. κρᾶτ᾽ ἀνθίζων ἤδη

92 Iunius: ἀπολείψειν

93 γρηϊ σὺν ἀμφιπόλῳ Cobetus ex Hom. α 191

94 ἀχάριτα cum Vaticano (n. 139)?

95 ib. πράττειν] om. cod. E

96 Kock. 3 p. 451

97 Hom. Θ 453

98 T 165

99 καὶ] del. M, sed etiam αὐτῷ non caret suspicione; num αὐτοῖς?

100 ib. βουλαὶ μὲν Boeckhius

101 ib. e. idem: ἀριστεύουσιν

102 Bergk. 1 p. 448

103 Hom. B 53

104 θερμολουτοῦσι] cf. Kock. 3 p. 410

105 Hom. B 372.

106 πνειόντων?

107 Nauck. p. 419

108 γε Coraes: τε

109 ἂν ἀνελέσθαι R: ἂν ἑλέσθαι

110 idem: εἶπεν

111 *: νουμᾶ

112 οὐκοῦν *: οὔκουν

113 R: χειμερίων

114 Bergk. 3 p. 719

115 πεῖσαι] κυβερνῆσαι exhibet in contextu V2

116 ἀπεθύνει R

117 ἐμψύχοις M

118 idem: ἀκινδύνως

119 Bergk. 2 p. 445

120 ἶριν Coraes: ἴβιν

121 Πλάτων] de Legg. p. 773 d. In V2 post Πλάτων erasae sunt 4 litterae ex quibus tres posteriores: ειν discernuntur; fort. scriptum erat δεῖν

122 οἶον R

123 ἄλλο τι R: ἄλλα

124 πεφυκὼς mei

125 ib. χρὴ] χρὴ] ζῇ R

126 Nauck. p. 917

127 M: μήτε

128 ib. παυσώμεσθα p. 1099a: παυσαίμεθα

129 Nauck. p. 917

130 *: γεγεννημένον

131 ib. εὐπρεπὴς] εὐγενὴς p. 1129c

132 lacunam add. Doehnerus, R praeeunte. Suppleo: ποιεῖ διὰ τὴν ἕξιν (aut διὰ τὸ πονεῖν) ἀεὶ cf. Cic. Cat. mai. c. 10

133 Nauck. p. 314

134 φέγγος] sc. ἥμυσε

135 Coraes: εὐμενοῦς

136 διεπαιδαγώγει Turnebus

137 Δαρεῖος] cf. p. 172 f

138 Ἀτέας] ἀτμὰς mei

139 p. 176a: σχολάζει

140 ἀεὶ τεινόμενον R

141 συνέχειαν] malim συνήθειαν

142 συναμαυροῦσι R

143 ἡλικίαις] μαλακίαις? vid. Symbol.

144 ib. εἰανοῦ mei

145 Hom. Π 9

146 *: προσάξωμεν

147 Coraes: περίδοιμεν

148 Eur. Herc. 269

149 πόνον Nauck.

150 μηδ᾽] οὐδ᾽?

151 Ὁμηρον] X 71

152 W: ἔχονται

153 ib. τὸν μὲν - τὸν δὲ W: τὰ μὲν - τὰ δὲ

154 ] deleverim

155 φανεῖται Coraes, del. M fortasse rectius

156 φέρεσθαι] malim φαίνεσθαι cum pr. m. ϝ2

157 πόνον κἑ] cf. Eur. Bacch. 66

158 δὲ] om. mei

159 αἰτοῦντας R, sed auctor usus fuisse vid. αἰτουμένους forma media propter insequens παραιτουμένους

160 αὑτὸν?

161 παριόντα mei

162 Coraes: θρασύνεσθαι

163 ὅπου γε Duebnerus

164 malim πράττοι

165 παραμυθούμενος] ἐπανορθούμενος W hic et paulo post (p. 53 lin. 8)

166 ἀφόβως] ἀφθόνως R

167 Hom. I 55 ib. Ἀχαιοί idem: ἀχαιῶν

168 πολιτικώτερον] intell. ποιεῖ monuit R

169 δημοσίᾳ γ᾽ Schellensius

170 ib. ὀνειδίζων Madvigius: ὀνειδίζειν, malim tamen μόνον ὀνειδίζων Codez V2 ὀνειδίζειν habet in rasura; ex pr. m. videntur haec: νομ. ζ...

171 πολιτικώτερος μὴ μόνον - ὀνειδίζων W

172 καθάψασθαι Coraes

173 ἑκάστην X: ἑκάστου

174 πανιέρην? vid. Symbol.

175 W: πολιτεύεσθαι

176 Hom. I 443

177 γε ἀργεῖν Faehsius: γεωργεῖν

178 ἐν ὥρα συνάγοντας] cf. Athen. p. 279 f. 365 c

179 Amyotus: παιδείας

180 post ἁμαρτάνουσιν] erasae sunt 11 fere litt. in V2. Fortasse adiectivum excidit

181 post βάσκανα lac. 10 fere litt. est in V2

182 καὶ κολούειν Aldina (ubi κωλούειν male scriptum est); mei omiserunt

183 ἀλλ᾽] om. mei, nisi quod eius loco vacuum spatium in V2 est

184 τοῦ] τὸ Coraes, del. R male, nam genetivus hic idem valet atque ἴδια τοῦ πολιτεύεσθαι

185 ὁμαλῶς (i. e. ἴσως) Coraes: οὐδαμῶς

186 Δικαίαρχος] Mueller. 2. p. 226

187 συμπαίζων R: παίζων

188 W: συνδεδεμένος

189 τοὺς πράττειν δυναμένους R

190 πρωτεῖον X: versio: πρῶτον

191 ὀᾶσθαι - ἐπαιτίου Thucydides (5, 65): ἰάσασθαι - ἐπετείου

192 βουλόμενον] βουλομένην idem

193 Μενεκράτει δὲ Iannotius: μέν, ἐκράτει δέ

194 καὶ συνετός: ἱστορεῖται δὲ καὶ ὅτι παντάπασιν κἑ Madvigius

195 προαπολείπειν Coraes: προαπολιπεῖν

196 βουλευμάτων L. Dindorfius

197 ib. ita Passowius in Lexico: οἶς ὀρθῶς ἐνυπατευων

198 ποιηταὶ] cf. Homerus, Pindarus, alii

199 καὶ βραδέως] in marginem reiecit cod. E

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: