previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐδὲ γὰρ ἐν ἀρχαῖς τὸν τηλικοῦτον ὥρα [p. 50] φέρεσθαι 1, πλὴν: ὅσαι γε μέγεθός τι κέκτηνται καὶ ἀξίωμα: καθάπερ ἣν σὺ νῦν Ἀθήνησι μεταχειρίζῃ τῆς ἐξ Ἀρείου πάγου βουλῆς ἐπιστασίαν καὶ νὴ Δία τὸ πρόσχημα τῆς: Ἀμφικτυονίας, ἥν σοι διὰ τοῦ βίου παντὸς πατρὶς ἀνατέθεικεπόνον 2 ἡδὺν κάματὸν τ̓ εὐκάματονἔχουσαν. δεῖ δὲ 3 καὶ ταύτας μὴ διώκειν τὰς τιμὰς ἀλλὰ φεύγοντας ἄρχειν, μηδ᾽ αἰτουμένους 4 ἀλλὰ παραιτουμένους, μηδ᾽ ὡς αὑτοῖς τὸ ἄρχειν λαμβάνοντας ἀλλ᾽ ὡς αὑτοὺς τῷ ἄρχειν ἐπιδιδόντας. οὐ γάρ, ὡς Τιβέριος Καῖσαρ ἔλεγε, τὸ τὴν χεῖρα τῷ ἰατρῷ προτείνειν ὑπὲρ ἑξήκοντ᾽ ἔτη γεγονότας αἰσχρόν ἐστιν, ἀλλὰ μᾶλλον τὸ τὴν χεῖρα τῷ δήμῳ προτείνειν ψῆφον αἰτοῦντας φωνὴν ἀρχαιρεσιάζουσαν: ἀγεννὲς γὰρ τοῦτο καὶ ταπεινόν ὡς τοὐναντίον ἔχει τινὰ σεμνότητα καὶ κόσμον, αἱρουμένης τῆς πατρίδος καὶ καλούσης καὶ περιμενούσης, κατιόντα μετὰ τιμῆς καὶ φιλοφροσύνης γεραρὸν ὡς ἀληθῶς καὶ περίβλεπτον ἀσπάσασθαι καὶ δεξιώσασθαι τὸ γέρας.

1 φέρεσθαι] malim φαίνεσθαι cum pr. m. ϝ2

2 πόνον κἑ] cf. Eur. Bacch. 66

3 δὲ] om. mei

4 αἰτοῦντας R, sed auctor usus fuisse vid. αἰτουμένους forma media propter insequens παραιτουμένους

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: