Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐξαγγεῖλαι τὰ
πεπραγμένα, πρὶν εἰδέναι καὶ τὰ τῶν ἑταίρων 1 εἰ καλῶς κεχώρηκεν.
ἐπράχθη δὲ κἀκεῖνα τοῦτον τὸν τρόπον: ἔκοψαν οἱ περὶ Πελοπίδαν τοῦ
Λεοντίδου τὴν αὔλειον ἡσυχῆ προσελθόντες, καὶ πρὸς τὸν ὑπακούσαντα
τῶν οἰκετῶν ἔφασαν ἥκειν Ἀθήνηθεν
γράμματα τῷ Λεοντίδῃ παρὰ Καλλιστράτου κομίζοντες. ὡς δ᾽ ἀπαγγείλας καὶ
κελευσθεὶς ἀνοῖξαι τὸν μοχλὸν ἀφεῖλε καὶ μικρὸν ἐνέδωκε τὴν θύραν,
ἐμπεσόντες ἀθρόοι καὶ ἀνατρέψαντες τὸν ἄνθρωπον ἵεντο δρόμῳ διὰ τῆς αὐλῆς ἐπὶ τὸν θάλαμον. ὁ δ᾽ εὐθὺς ἐπὶ
τὴν ἀλήθειαν ἐξενεχθεὶς τῇ ὑπονοίᾳ καὶ 2 σπασάμενος
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.