previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα μὲν οὖν ταύτῃ: τὸν δ᾽ ἐν Αἰγύπτῳ νόμον ἆρ᾽ οὐκ εἰκότως ὑμῖν ἀπογράψασθαι δοκοῦσιν ἔνιοι τῶν Ἑλλήνων, ὃς κελεύει τὴν ἔγκυον, ἂν ἁλῷ θανάτου, μέχρι τέκῃ, φυλάττειν;’ ‘πάνυ μὲν οὖνἔφασαν: εἶπον οὖν ἐγώἐὰν 1 δὲ παιδία μὴ κύῃ τις, ἀλλὰ πρᾶξιν βουλὴν ἀπόρρητον εἰς φῶς ἡλίου δυνατὸς προαγαγεῖν χρόνῳ καὶ ἀναδεῖξαι, κακόν τι μηνύσας λανθάνον σωτηρίου γνώμης γενόμενος σύμβουλος χρείας εὑρετὴς ἀναγκαίας, οὐκ ἀμείνων περιμείνας 2 τῆς τιμωρίας τὸ χρήσιμον τοῦ προανελόντος; ἐμοὶ μὲν γάρἔφηνδοκεῖ.’ ‘καὶ ἡμῖν Πατροκλέας εἶπεν. ‘ὀρθῶςἔφην. ‘σκόπει γάρ, εἰ Διονύσιος ἐν ἀρχῇ τῆς τυραννίδος ἔδωκε δίκην, ὡς οὐδεὶς ἂν Ἑλλήνων ᾤκει Σικελίαν ἀνάστατον ὑπὸ Καρχηδονίων γενομένην, ὥσπερ οὐδ᾽ Ἀπολλωνίαν οὐδ᾽ Ἀνακτόριον οὐδὲ τὴν Λευκαδίων χερρόνησον ᾤκουν ἂν Ἕλληνες, εἰ μὴ Περίανδρος ἐκολάσθη μετὰ πολὺν χρόνον. οἶμαι δὲ καὶ [p. 429] Κασάνδρῳ γενέσθαι τῆς δίκης ἀναβολήν, ὅπως αἱ Θῆβαι συνοικῶνται πάλιν. τῶν δὲ τουτὶ τὸ ἱερὸν συγκαταλαβόντων ξένων οἱ πολλοὶ Τιμολέοντι συνδιαβάντες εἰς Σικελίαν, ὅτε Καρχηδονίους ἐνίκησαν καὶ κατέλυσαν τὰς τυραννίδας ἐξώλοντο καὶ αὐτοὶ κακοὶ κακῶς ὕστερον. ἐνίοις γὰρ ἀμέλει καὶ κολασταῖς ἑτέρων πονηρῶν οἷον δημοκοίνοις ἀπεχρήσατο τὸ δαιμόνιον, εἶτ᾽ ἐπέτριψε, καθάπερ οἶμαι τοὺς πλείστους τυράννους. ὥσπερ γὰρ ὑαίνης χολὴ καὶ φώκης πυτία, θηρίων τἄλλα μιαρῶν, ἔχουσί τι πρὸς τὰς νόσους χρήσιμον, οὕτως ἐνίοις δηγμοῦ δεομένοις καὶ κολάσεως ἐμβαλὼν θεὸς πικρίαν τινὰ τυράννου δυσμείλικτον καὶ τραχύτητα χαλεπὴν ἄρχοντος, οὐ πρότερον ἐξεῖλε τὸ λυποῦν καὶ ταράττον τὸ νοσοῦν ἀπαλλάξαι καὶ καθῆραι. 3 τοιοῦτο καὶ Φάλαρις ἦν Ἀκραγαντίνοις: φάρμακον καὶ Ῥωμαίοις Μάριος. Σικυωνίοις δὲ καὶ διαρρήδην θεὸς προεῖπε μαστιγονόμων δεῖσθαι τὴν πόλιν , ὅτι Τελητίαν παῖδα στεφανούμενον ἐν Πυθίοις ἀφαιρούμενοι Κλεωναίων, ὡς ἴδιον πολίτην διέσπασαν. ἀλλὰ Σικυωνίοις μὲν Ὀρθαγόρας γενόμενος τύραννος καὶ μετ᾽ ἐκεῖνον οἱ περὶ Μύρωνα καὶ Κλεισθένη τὴν ἀκολασίαν ἔπαυσαν: Κλεωναῖοι δὲ τῆς αὐτῆς οὐ τυχόντες ἰατρείας εἰς τὸ μηδὲν ἥκουσι. καὶ Ὁμήρου δέ που λέγοντος ἀκούετε
τοῦ γένετ᾽ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
4 παντοίην ἀρετήν: 5
[p. 430] καίτοι λαμπρὸν οὐδὲν οὐδ᾽ ἐκπρεπὲς 6 ἔργον ἐκεῖνος τοῦ Κοπρέως παρέσχεν: ἀλλὰ τὸ Σισύφου καὶ τὸ Αὐτολύκου καὶ τὸ Φλεγύου γένος ἤνθησεν ἐν δόξαις καὶ ἀρεταῖς μεγάλων βασιλέων. γέγονε δὲ καὶ Περικλῆς Ἀθήνησιν ἐναγοῦς οἰκίας: καὶ Πομπήιος Μάγνος ἐν Ῥώμῃ Στράβωνος ἦν υἱός, οὗ τὸν νεκρὸν Ῥωμαίων δῆμος ὑπὸ μίσους ἐξέβαλε καὶ κατεπάτησε. τί οὖν ἄτοπον, εἰ, καθάπερ γεωργὸς οὐκ ἐκκόπτει τὴν ἄκανθαν ἂν μὴ λάβῃ τὸν ἀσπάραγον οὐδ᾽ οἱ Λίβυες τὸ φρύγανον ἐπικάουσι πρότερον τὸ λήδανον ἀπ᾽ αὐτοῦ συναγαγεῖν, οὕτως θεὸς ἐνδόξου καὶ βασιλικοῦ γένους ῥίζαν πονηρὰν καὶ τραχεῖαν οὐκ ἀναιρεῖ πρότερον φῦναι τὸν προσήκοντα καρπὸν ἀπ᾽ αὐτῆς; μυρίας γὰρ Ἰφίτου βοῦς καὶ ἵππους ἀπολέσθαι κρεῖττον ἦν Φωκεῦσι καὶ πλείονα χρυσὸν ἐκ Δελφῶν οἴχεσθαι καὶ ἄργυρον, μήτ᾽ Ὀδυσσέα 7 μήτ᾽ Ἀσκληπιὸν φῦναι μήτε τοὺς ἄλλους ἐκ κακῶν καὶ πονηρῶν : ἄνδρας ἀγαθοὺς καὶ μεγαλωφελεῖς γενομένους. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: