previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἷς οὖν ἐστινἔφηνλόγος τοῦ θεοῦ τὴν πρόνοιαν ἅμα καὶ τὴν διαμονὴν τῆς ἀνθρωπίνης ψυχῆς βεβαιῶν, καὶ θάτερον οὐκ ἔστιν ἀπολιπεῖν ἀναιροῦντα θάτερον. οὔσῃ δὲ τῇ ψυχῇ μετὰ τὴν τελευτὴν μᾶλλον εἰκός ἐστι καὶ τιμὰς ἀποδίδοσθαι καὶ τιμωρίας: : ἀγωνίζεται γὰρ ὥσπερ ἀθλητὴς κατὰ τὸν βίον: ὅταν δὲ διαγωνίσηται, τότε τυγχάνει τῶν προσηκόντων. ἀλλ᾽ ἃς μὲν ἐκεῖ καθ᾽ ἑαυτὴν οὖσα κομίζεται τῶν προβεβιωμένων χάριτας τινας 1 κολάσεις, οὐδέν εἰσι πρὸς ἡμᾶς τοὺς ζῶντας, ἀλλ᾽ ἀπιστοῦνται καὶ λανθάνουσιν αἱ δὲ διὰ τῶν παίδων ἰοῦσαι καὶ διὰ γένους, ἐμφανεῖς τοῖς δεῦρο γενόμεναι, πολλοὺς ἀποτρέπουσι καὶ συστέλλουσι τῶν πονηρῶν. ὅτι δ᾽ οὐκ ἔστιν αἰσχίων καὶ λυποῦσα μᾶλλον ἑτέρα κόλασις τοὺς ἐξ ἑαυτῶν κακὰ πάσχοντας δι᾽ αὑτοὺς ὁρᾶν, καὶ ὅτι ψυχὴν ἀνδρὸς; ἀσεβοῦς καὶ παρανόμου μετὰ θάνατον ἐφορῶσαν οὐκ ἀνδριάντας οὐδὲ τιμάς τινας, ἀνατρεπομένας ἀλλὰ παῖδας φίλους γένος οἰκεῖον 2 αὑτῆς ἀτυχήμασι χρωμένους μεγάλοις δι᾽ αὑτὴν καὶ δίκην τίνοντας, οὐδεὶς ἂν ἀναπείσειεν 3 αὖθις ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς ἄδικον γενέσθαι καὶ ἀκόλαστον, ἔχω μέν τινα καὶ: λόγον εἰπεῖν ἔναγχος ἀκηκοώς, ὀκνῶ δὲ μὴ φανῇ μῦθος ὑμῖν: μόνῳ 4 οὖν χρῶμαι τῷ εἰκότι.’ [p. 450]μηδαμῶςεἶπεν Ὀλύμπιχοςἀλλὰ δίελθε κἀκεῖνοντὰ δ᾽ αὐτὰ καὶ τῶν ἄλλων δεομένων, ‘ἐάσατ᾽εἶπονἀποδοῦναί με τῷ λόγῳ τὸ εἰκός: ὕστερον δὲ τὸν μῦθον, ἐὰν δόξῃ, κινήσομεν, εἴ γε δὴ μῦθός ἐστιν. ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: