previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατὰ τοῦτο μὲν θεὸς οὐδὲν τοῦ Ἡσιόδου 1 σοφώτερος διακελευομένου καὶ παρεγγυῶντος
μηδ᾽ ἀπὸ δυστήνοιο 2 τάφου ἀπονοστήσαντα
σπερμαίνειν γενεήν, ἀλλ᾽ ἀθανάτων ἀπὸ δαιτός,'
ὡς οὐ κακίαν μόνον οὐδ᾽ ἀρετὴν ἀλλὰ καὶ λύπην [p. 452] καὶ χαρὰν καὶ πάνθ᾽ ὅσ᾽ ἀναδεχομένης τῆς γενέσεως, ἱλαροὺς καὶ ἡδεῖς καὶ διακεχυμένους ἄγειν πρὸς τὴν τέκνωσιν; ἐκεῖνο δ᾽ οὐκ ἔστι καθ᾽ Ἡσίοδον οὐδ᾽ ἀνθρωπίνης ἔργον σοφίας ἀλλὰ θεοῦ, τὸ διορᾶν καὶ διαισθάνεσθαι τὰς ὁμοιοπαθείας καὶ τὰς διαφοράς, πρὶν εἰς μεγάλα τοῖς πάθεσιν ἐμπεσούσας 3 ἀδικήματα γενέσθαι καταφανεῖς. ἄρκτων μὲν γὰρ ἔτι νήπια καὶ λύκων τέκνα καὶ πιθήκων εὐθὺς ἐμφαίνει τὸ συγγενὲς ἦθος, ὑπὸ μηδενὸς ὑπαμπεχόμενον μηδὲ καταπλαττόμενον: δ᾽ ἀνθρώπου φύσις εἰς ἔθη καὶ δόγματα καὶ νόμους ἑαυτὴν ἐμβαλοῦσα, κρύπτει τὰ φαῦλα καὶ τὰ καλὰ μιμεῖται πολλάκις, ὥστ᾽ παντάπασιν ἐξαλεῖψαι καὶ διαφυγεῖν ἐγγενῆ κηλῖδα τῆς κακίας, διαλαθεῖν πολὺν χρόνον, οἷον ἔλυτρόν τι ἑαυτῇ τὴν πανουργίαν περιβαλοῦσα, διαλαθεῖν δ᾽ ἡμᾶς τοὺς ὥσπερ ὑπὸ πληγῆς δήγματος ἑκάστου τῶν ἀδικημάτων μόλις αἰσθανομένους τῆς κακίας, μᾶλλον δ᾽ ὅλως τότε γίγνεσθαι νομίζοντας ἀδίκους ὅτ᾽ ἀδικοῦσιν, ἀκολάστους ὅθ᾽ ὑβρίζουσιν καὶ ἀνάνδρους ὅτε φεύγουσιν ὥσπερ εἴ τις οἴοιτο τοῖς 4 σκορπίοις ἐμφύεσθαι τὸ κέντρον ὅτε τύπτουσι, καὶ ταῖς ἐχίδναις τὸν ἰὸν ὅτε δάκνουσιν: εὐήθως οἰόμενος: οὐ γὰρ ἅμα γίγνεται καὶ φαίνεται τῶν πονηρῶν ἕκαστος, ἀλλ᾽ ἔχει μὲν ἐξ ἀρχῆς τὴν κακίαν χρῆται δὲ καιροῦ καὶ δυνάμεως ἐπιλαβόμενος τῷ κλέπτειν κλέπτης καὶ τῷ παρανομεῖν τυραννικός. ἀλλ᾽ θεὸς οὔτ᾽ ἀγνοεῖ δήπου τὴν ἑκάστου διάθεσιν καὶ φύσιν ἅτε δὴ ψυχῆς μᾶλλον [p. 453] σώματος αἰσθάνεσθαι πεφυκώς, οὔτ᾽ ἀναμένει τὴν βίαν ἐν χερσὶ γενομένην καὶ τὴν ἀναίδειαν ἐν φωνῇ καὶ τὴν ἀκολασίαν ἐν αἰδοίοις κολάζειν: οὐ γὰρ ἀμύνεται τὸν ἀδικήσαντα κακῶς παθὼν οὐδ᾽ ὀργίζεται τῷ ἁρπάσαντι βιασθεὶς οὐδὲ μισεῖ τὸν μοιχὸν ὑβρισθείς, ἀλλ᾽ ἰατρείας ἕνεκα τὸν μοιχικὸν καὶ τὸν πλεονεκτικὸν καὶ ἀδικητικὸν κολάζει πολλάκις, ὥσπερ ἐπιληψίαν τὴν κακίαν πρὶν καταλαβεῖν ἀναιρῶν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: