previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ἔοικεν πολυπραγμοσύνη μὴ χαίρειν ἑώλοις κακοῖς ἀλλὰ θερμοῖς καὶ προσφάτοις: καὶ καινὰς τραγῳδίας ἡδέως θεᾶσθαι, τοῖς δὲ κωμικοῖς καὶ ἱλαρωτέροις πράγμασιν οὐ μάλα προθύμως ὁμιλεῖν. διὸ γάμον μέν τινος θυσίαν προπομπὴν διεξιόντος ἀμελὴς πολυπράγμων καὶ ῥᾴθυμος ἀκροατής ἐστι, καὶ προακηκοέναι τὰ πλεῖστά φησι καὶ κελεύει ταῦτα συντέμνειν καὶ παρέρχεσθαι τὸν διηγούμενον: ἂν δ᾽ φθοράν τις παρθένου παρακαθήμενος μοιχείαν γυναικὸς δίκης παρασκευὴν στάσιν ἀδελφῶν διηγῆται, οὔτε νυστάζει οὔτ᾽ ἀσχολεῖται,
ἄλλα τε 1 δίζηται ἐπέων παρὰ τ᾽ οὔατα βάλλει.
καὶ τὸ
οἴμοι, τὸ κακὸν τῆς εὐτυχίας 2
ὡς μᾶλλον ἐς οὖς φέρεται θνητῶν
ἐπὶ τῶν πολυπραγμόνων ἐστὶν ἀληθῶς εἰρημένον. ὡς γὰρ αἱ σικύαι τὸ χείριστον ἐκ τῆς σαρκὸς ἕλκουσιν, οὕτω τὰ τῶν πολυπραγμόνων ὦτα τοὺς φαυλοτάτους λόγους ἐπισπᾶται: μᾶλλον δ᾽ , ὥσπερ αἱ πόλεις ἔχουσί τινας πύλας ἀποφράδας καὶ σκυθρωπάς, δι᾽ ὧν ἐξάγουσι τοὺς θανατουμένους καὶ τὰ λύματα [p. 342] καὶ τοὺς καθαρμοὺς ἐκβάλλουσιν, εὐαγὲς δ᾽ οὐδὲν οὐδ᾽ ἱερὸν εἴσεισι οὐδ᾽ ἔξεισι δι᾽ αὐτῶν: οὕτω καὶ τὰ τῶν πολυπραγμόνων ὦτα χρηστὸν οὐδὲν οὐδ᾽ ἀστεῖον ἀλλ᾽ οἱ φονικοὶ λόγοι διέρχονται καὶ τρίβουσιν, ἐκθύσιμα καὶ μιαρὰ διηγήματα παρακομίζοντες:
ἀεὶ δ᾽ ἀοιδῶν μοῦνος ἐν στέγαις ἐμαῖς
3 κωκυτὸς ἐμπέπτωκεν:
αὕτη τοῖς πολυπράγμοσι μοῦσα καὶ σειρὴν μία, τοῦθ᾽ ἥδιστον ἀκουσμάτων αὐτοῖς. ἔστι γὰρ πολυπραγμοσύνη φιλοπευστία τῶν ἐν ἀποκρύψει καὶ λανθανόντων οὐδεὶς δ᾽ ἀγαθὸν ἀποκρύπτει κεκτημένος, ὅπου καὶ τὰ μὴ ὄντα προσποιοῦνται. κακῶν οὖν ἱστορίας πολυπράγμων ὀρεγόμενος, ἐπιχαιρεκακίας συνέχεται. πάθει, φθόνου καὶ βασκανίας ἀδελφῷ. φθόνος μὲν γάρ ἐστι; λύπη ἐπ᾽ ἀλλοτρίοις ἀγαθοῖς, ἐπιχαιρεκακία δ᾽ ἡδονὴ ἐπ᾽ ἀλλοτρίοις κακοῖς: ἀμφότερα δ᾽ ἐκ πάθους ἀνημέρου καὶ θηριώδους γεγένηται, τῆς κακοηθείας.

1 δὲ Schneiderus, qui versum Callimacho vindicat

2 Nauck. p. 913

3 Nauck. p. 913

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: