previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ καθάπερ τοῦ κωμῳδουμένου Κλέωνος
τὼ χεῖρ᾽ ἐν Αἰτωλοῖς, νοῦς δ᾽ ἐν Κλωπιδῶν.
1 οὕτω τοῦ πολυπράγμονος νοῦς 2 ἅμ᾽ ἐν πλουσίων οἴκοις ἐστὶν ἐν δωματίοις πενήτων ἐν αὐλαῖς βασιλέων ἐν θαλάμοις νεογάμων : πάντα 3 πράγματα ζητεῖ, τὰ ξένων τὰ ἡγεμόνων: οὐδ᾽ ἀκινδύνως ταῦτα [p. 339] ζητῶν: ἀλλ᾽ οἷον, εἴ τις ἀκονίτου γεύοιτο 4 πολυπραγμονῶν τὴν ποιότητα, φθάσει τῆς αἰσθήσεως προανελὼν τὸν προαισθανόμενον: 5 οὕτως οἱ τὰ τῶν μειζόνων κακὰ ζητοῦντες προαναλίσκουσι τῆς γνώσεως ἑαυτούς. καὶ γὰρ οἱ τοῦ ἡλίου τὴν ἄφθονόν γε ταύτην καὶ κατακεχυμένην ἅπασιν ἀκτῖνα παρορῶντες, αὐτὸν δὲ τὸν κύκλον ἀναιδῶς καταβλέπειν καὶ διαστέλλειν τὸ φῶς εἴσω βιαζόμενοι καὶ τολμῶντες, ἀποτυφλοῦνται. διὸ καλῶς Φιλιππίδης κωμῳδιοποιός, εἰπόντος αὐτῷ ποτε Λυσιμάχου τοῦ βασιλέωςτίνος σοι τῶν ἐμῶν μεταδῶ;’ ‘μόνονεἶπεν βασιλεῦ, μὴ τῶν ἀπορρήτωντὰ γὰρ ἥδιστα καὶ κάλλιστα τῶν βασιλέων ἔξω πρόκειται, τὰ δεῖπνα, οἱ πλοῦτοι, αἱ πανηγύρεις, αἱ χάριτες: εἰ δέ τι ἀπόρρητον ἐστι, μὴ προσέλθῃς μηδὲ κινήσῃς;. οὐ κρύπτεται χαρὰ βασιλέως εὐτυχοῦντος οὐδὲ γέλως παίζοντος οὐδὲ φιλανθρωπίας; παρασκευὴ καὶ χάριτος: φοβερόν ἐστι τὸ κρυπτόμενον , σκυθρωπὸν ἀγέλαστον δυσπρόσιτον, ὀργῆς τινος ὑπούλου θησαυρὸς τιμωρίας βαρυθύμου σκέψις ζηλοτυπία γυναικὸς πρὸς υἱὸν ὑποψία τις πρὸς φίλον ἀπιστία. φεῦγε τὸ μελαῖνον τοῦτο καὶ συνιστάμενον νέφος: οὐ λήσεταί σε βροντῆσαν οὐδ᾽ ἀστράψαν, ὅταν ἐκραγῇ τὸ νῦν κρυπτόμενον.

1 Arist. Equ. 79

2 νοῦς δ᾽ idem: δὲ νοῦς

3 πάντα] παντοῖᾳ R

4 γεύοιτο] additamentum librarii vid.

5 malim τό προαισθανόμενον (R)

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: