previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸν μὲν γὰρ ἀνόητον τοῦ θανάτου φόβος [p. 237] οὐχ τοῦ ζῆν πόθος ἐκκρέμασθαι τοῦ σώματος ποιεῖ, περιπεπλεγμένον ὥσπερ τὸν Ὀδυσσέα τῷ ἐρινεῷ δεδοικότα τὴν Χάρυβδιν ὑποκειμένην
ἔνθ᾽ οὔτε μίμνειν ἄνεμος οὔτε πλεῖν ἐᾷ,'
1 καὶ πρὸς ταῦτα δυσαρέστως καὶ πρὸς ἐκεῖνα περιδεῶς ἔχοντα. δὲ τὴν τῆς, ψυχῆς φύσιν ἁμωσγέπως ὑπονοῶν καὶ τὴν εἰς τὸ βέλτιον αὐτῆς μηθὲν κάκιον ἐν τῇ τελευτῇ μεταβολὴν ἐπιλογιζόμενος, οὐ μικρὸν ἔχει τῆς πρὸς τὸν βίον εὐθυμίας ἐφόδιον τὴν πρὸς τὸν θάνατον ἀφοβίαν. γὰρ ἔξεστι τῆς μὲν ἀρεστῆς 2 καὶ οἰκείας μερίδος ἐπικρατούσης ἡδέως ζῆν, τῶν δ᾽ ἀλλοτρίων καὶ παρὰ φύσιν ὑπερβαλλόντων ἀδεῶς ἀπελθεῖν εἰπόντα
λύσει μ᾽ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω: 3
τί ἂν τούτῳ χαλεπὸν δύσκολον ταραχῶδες ἐμπίπτον ἐπινοήσαιμεν; γὰρ εἰπώνπροκατείλημμαὶ σ᾽, τύχη, καὶ πᾶσαν τὴν σὴν ἀφῄρημαι παρείσδυσινοὐ μοχλοῖς οὐδὲ κλεισὶν οὐδὲ τείχεσιν ἐθάρρυνεν ἑαυτόν, ἀλλὰ δόγμασι καὶ λόγοις ὧν πᾶσι μέτεστι τοῖς βουλομένοις. καὶ δεῖ μηδὲν ἀπογιγνώσκειν μηδ᾽ ἀπιστεῖν τῶν οὕτω λεγομένων, ἀλλὰ θαυμάζοντα καὶ ζηλοῦντα καὶ συνενθουσιῶντα πεῖραν ἅμα . λαμβάνειν ἑαυτοῦ καὶ κατανόησιν ἐν τοῖς ἐλάττοσι πρὸς τὰ μείζονα, μὴ φεύγοντα μηδ᾽ ἀπωθοῦντα τῆς ψυχῆς τὴν ἐπιμέλειαν αὐτῶν μηδὲ διαδιδράσκοντ᾽ εἰς τὸ 4τάχα δ᾽ οὐδὲν ἔσται δυσχερέστερον.':’ ἀτονίαν, 5 γὰρ [p. 238] ἐμποιεῖ καὶ μαλακίαν ἀγύμναστον περὶ τὸ ῥᾷστον ἀεὶ διατρίβουσα καὶ πρὸς τὸ ἥδιστον ἐκ τῶν ἀβουλήτων ἀναχωροῦσα γλυκυθυμία τῆς ψυχῆς. δὲ καὶ νόσου καὶ πόνου καὶ φυγῆς μελετῶσα φαντασίαν ὑφίστασθαι καὶ προσβιαζομένη τῷ λογισμῷ πρὸς ἕκαστον εὑρήσει πολὺ τὸ κατεψευσμένον καὶ διάκενον καὶ σαθρὸν ἐν τοῖς δοκοῦσι χαλεποῖς καὶ φοβεροῖς, ὡς καθ᾽ ἕκαστον ἀποδείκνυσι λόγος.

1 Nauck p. 81

2 ἀρεστῆς R: ἀρετῆς

3 Eur. Bacch. 498

4 εἰς τὸ M

5 ἀτονίαν R: ἀνίαν. cf. p. 460 b

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: