Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ὥστε 1 καὶ σοὶ προσεγκαλεῖν τὰ μικρότατα τῶν Ἑλληνικῶν πλημμελημάτων
ἐλέγχοντι. καθάπερ γὰρ ὁ Σωκράτης; ἑστιώμενος 2 ἐν Καλλίου 3 τῷ μύρῳ
πολεμεῖ 4 μόνον, ὀρχήσεις δὲ παίδων καὶ
κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται καὶ σύ μοι
δοκεῖς ὁμοίως γύναιον εἴργειν τοῦ ἱεροῦ χρησάμενον ὥρᾳ σώματος οὐκ
ἐλευθερίως, φόνων δὲ καὶ πολέμων καὶ λεηλασιῶν ἀπαρχαῖς καὶ δεκάταις
κύκλῳ περιεχόμενον τὸν θεὸν ὁρῶν, καὶ
τὸν νεὼν σκύλων [p. 46] Ἑλληνικῶν ἀνάπλεων 5 καὶ λαφύρων οὐ
δυσχεραίνεις, οὐδ᾽ οἰκτίρεις τοὺς Ἕλληνας ἐπὶ τῶν καλῶν ἀναθημάτων
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.