previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οἱ δὲ βασιλεῖς ἀπεδείκνυντο μὲν ἐκ τῶν ἱερέων τῶν μαχίμων, τοῦ μὲν δι᾽ ἀνδρείαν τοῦ δὲ διὰ σοφίαν γένους ἀξίωμα καὶ τιμὴν ἔχοντος. δ᾽ ἐκ μαχίμων ἀποδεδειγμένος εὐθὺς ἐγίγνετο τῶν ἱερέων καὶ μετεῖχε τῆς φιλοσοφίας, ἐπικεκρυμμένης τὰ πολλὰ μύθοις καὶ λόγοις ἀμυδρὰς ἐμφάσεις τῆς ἀληθείας καὶ διαφάσεις ἔχουσιν, ὥσπερ ἀμέλει καὶ παραδηλοῦσιν αὐτοὶ πρὸ τῶν ἱερῶν τὰς σφίγγας ἐπιεικῶς ἱστάντες, ὡς αἰνιγματώδη σοφίαν τῆς θεολογίας αὐτῶν ἐχούσης. τὸ δ᾽ ἐν Σάι 1 τῆς Ἀθηνᾶς, ἣν καὶ [p. 479] Ἶσιν νομίζουσιν, ἕδος ἐπιγραφὴν εἶχε τοιαύτηνἐγώ εἰμι πᾶν τὸ γεγονὸς καὶ ὂν καὶ ἐσόμενον καὶ τὸν ἐμὸν πέπλον οὐδείς πω θνητὸς ἀπεκάλυψενἔτι δὲ τῶν πολλῶν νομιζόντων ἴδιον παρ᾽ Αἰγυπτίοις ὄνομα τοῦ Διὸς εἶναι τὸν Ἀμοῦν παράγοντες ἡμεῖς Ἄμμωνα λέγομεν, Μανεθὼς μὲν Σεβεννύτης 2 τὸ κεκρυμμένον οἴεται καὶ τὴν κρύψιν ὑπὸ ταύτης δηλοῦσθαι τῆς φωνῆς: Ἑκαταῖος 3 δ᾽ Ἀβδηρίτης φησὶ τούτῳ καὶ πρὸς ἀλλήλους τῷ ῥήματι χρῆσθαι τοὺς Αἰγυπτίους, ὅταν τινὰ προσκαλῶνται: προσκλητικὴν γὰρ εἶναι τὴν φωνήν. διὸ τὸν πρῶτον θεόν, ὃν 4 τῷ παντὶ τὸν αὐτὸν νομίζουσιν, ὡς ἀφανῆ καὶ κεκρυμμένον ὄντα προσκαλούμενοι καὶ παρακαλοῦντες ἐμφανῆ γενέσθαι καὶ δῆλον αὐτοῖς, Ἀμοῦν λέγουσιν. μὲν οὖν εὐλάβεια τῆς περὶ τὰ θεῖα σοφίας Αἰγυπτίων τοσαύτη ἦν.5

1 Σάι p. 363f. Stob. 44, 42: σάει

2 Σεβεννύτης Steph. Byzantius hic et infra: σεβεννίτης

3 Ἑκαταὶος] vid. p. 358 b

4 ὃν Bentleius

5 ἦν] del. Benselerus

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1936)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: