previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς δ᾽ Ἴσιδος πάλιν ἀναλαμβανούσης τὸν Ὄσιριν καὶ αὐξανούσης τὸν Ὧρον, ἀναθυμιάσεσι καὶ ὁμίχλαις καὶ νέφεσι ῥωννύμενον, ἐκρατήθη μέν, οὐκ ἀνῃρέθη δ᾽ Τυφών. οὐ γὰρ εἴασεν κυρία τῆς γῆς θεὸς ἀναιρεθῆναι παντάπασι τὴν ἀντικειμένην τῇ ὑγρότητι φύσιν, ἀλλ᾽ ἐχάλασε καὶ ἀνῆκε βουλομένη διαμένειν τὴν κρᾶσιν: 1 οὐ γὰρ ἦν κόσμον 2 εἶναι τέλειον, ἐκλιπόντος 3 καὶ ἀφανισθέντος τοῦ πυρώδους. εἰ δὲ ταῦτα μὴ 4 λέγεται παρὰ τὸ εἰκός , 5 εἰκότως 6 οὐδ᾽ ἐκεῖνον ἄν τις ἀπορρίψειε τὸν λόγον, ὡς Τυφὼν μὲν ἐκράτει πάλαι τῆς Ὀσίριδος μοίρας θάλασσα γὰρ ἦν Αἴγυπτος διὸ πολλὰ μὲν ἐν τοῖς μετάλλοις καὶ τοῖς ὄρεσιν εὑρίσκεται μέχρι νῦν κογχύλια ἔχειν 7 [p. 513] πᾶσαι δὲ πηγαὶ καὶ φρέατα πάντα, πολλῶν ὑπαρχόντων, ἁλμυρὸν ὕδωρ καὶ πικρὸν ἔχουσιν, ὡς ἂν ὑπόλειμμα τῆς πάλαι θαλάσσης; ἕωλον ἐνταυθοῖ συνερρυηκός. 8 δ᾽ Ὧρος; χρόνῳ τοῦ Τυφῶνος ἐπεκράτησε τουτέστιν εὐκαιρίας ὄμβρων 9 γενομένης, Νεῖλος ἐξεώσας 10 τὴν θάλασσαν ἀνέφηνε τὸ πεδίον καὶ ἀνεπλήρωσε ταῖς; προσχώσεσιν. δὴ μαρτυροῦσαν ἔχει τὴν αἴσθησιν ὁρῶμεν γὰρ ἔτι νῦν ἐπιφέροντι τῷ ποταμῷ νέαν ἰλὺν καὶ προάγοντι 11 τὴν γῆν κατὰ μικρὸν ὑποχωροῦν ὀπίσω τὸ πέλαγος, καὶ τὴν θάλασσαν, ὕψος τῶν ἐν βάθει λαμβανόντων διὰ τὰς: προσχώσεις, ἀπορρέουσαν: τὴν δὲ Φάρον, ἣν Ὅμηρος 12 ᾔδει δρόμον ἡμέρας ἀπέχουσαν Αἰγύπτου, νῦν μέρος οὖσαν αὐτῆς, οὐκ αὐτὴν ἀναδραμοῦσαν οὐδὲ προσαναβᾶσαν, ἀλλὰ τῆς μεταξὺ θαλάττης ἀναπλάττοντι τῷ ποταμῷ καὶ τρέφοντι τὴν ἤπειρον ἀνασταλείσης. ἀλλὰ ταῦτα μὲν ὅμοια τοῖς ὑπὸ τῶν Στωικῶν θεολογουμένοις ἐστί: : καὶ γὰρ ἐκεῖνοι τὸ μὲν γόνιμον πνεῦμα καὶ τρόφιμον Διόνυσον εἶναι λέγουσι, τὸ πληκτικὸν δὲ καὶ διαιρετικὸν Ἡρακλέα, τὸ δὲ δεκτικὸν Ἄμμωνα, Δήμητρα 13 δὲ καὶ Κόρην τὸ διὰ τῆς γῆς καὶ τῶν καρπῶν διῆκον, Ποσειδῶνα δὲ τὸ διὰ τῆς θαλάττης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1936)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: