Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γενέσθαι βουλομένους. ἔτι δὲ μικρὸν ἀπολιπούσης τῆς τάφρου συνάψαι, κατὰ τοῦτο παρατάξας τὸ διαλεῖπον καὶ πρὸς ἴσους ἴσοις ἀγωνισάμενος [p. 284] τροπὴν ἐποιήσατο καὶ πολὺν φόνον τῶν πολεμίων ὀλίγοις τοῖς περὶ αὑτὸν στρατιώταις καὶ χρήματα πολλὰ τῇ πόλει διεπέμψατο.
κατὰ δὲ τὸν Αἰγύπτου1 ἀπόπλουν ἀποθνῄσκων ἐνετείλατο τοῖς περὶ αὑτὸν μήτε πλαστὰν μήτε γραπτὰν μήτε μιμηλὰν τοῦ σώματος εἰκόνα ποιήσασθαι, ‘εἰ γάρ τι καλὸν ἔργον πεποίηκα, τοῦτό μου μνημεῖον ἔσται: εἰ δὲ μή, οὐδ᾽ οἱ πάντες ἀνδριάντες, βαναύσων καὶ οὐδενὸς ἀξίων ἔργα ὄντες.’