previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαύτη μὲν ἐν τοῖς ἀβουλήτοις καὶ περιστατικοῖς λεγομένοις πράγμασι καὶ καιροῖς δεισιδαιμονία, βελτίων δ᾽ οὐδὲν οὐδ᾽ ἐν τοῖς ἡδίοσι τῆς ἀθεότητος. ἣδιστα δὲ τοῖς ἀνθρώποις ἑορταὶ καὶ εἰλαπίναι πρὸς ἱεροῖς καὶ μυήσεις καὶ ὀργιασμοὶ καὶ κατευχαὶ θεῶν καὶ προσκυνήσεις. ἐνταῦθα τοίνυν σκόπει τὸν ἄθεον γελῶντα μὲν μανικὸν καὶ Σαρδόνιον γέλωτα τοῖς ποιουμένοις καί που παραφθεγγόμενον ἀτρέμα πρὸς τοὺς συνήθεις ὅτι τετύφωνται καὶ δαιμονῶσιν οἱ θεοῖς ταῦτα δρᾶσθαι [p. 416] νομίζοντες, ἄλλο δ᾽ οὐδὲν ἔχοντα κακόν. δὲ δεισιδαίμων βούλεται μὲν οὐ δύναται δὲ χαίρειν οὐδ᾽ ἥδεσθαι,
πόλις δ᾽ ὁμοῦ μὲν θυμιαμάτων γέμει, 1
ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων
ψυχὴ τοῦ δεισιδαίμονος. ἐστεφανωμένος ὠχριᾷ, θύει καὶ φοβεῖται, εὔχεται φωνῇ παλλομένῃ καὶ χερσὶν ἐπιθυμιᾷ τρεμούσαις, καὶ ὅλως ἀποδείκνυσι τὸν Πυθαγόρου λόγον φλύαρον εἰπόντος; ὅτι βέλτιστοι γιγνόμεθα πρὸς τοὺς θεοὺς βαδίζοντες : τότε γὰρ ἀθλιώτατα καὶ κάκιστα πράττουσιν οἱ δεισιδαίμονες, ὥσπερ ἄρκτων φωλεοῖς χειαῖς δρακόντων μυχοῖς κητῶν τοῖς τῶν θεῶν μεγάροις ἀνακτόροις προσιόντες.

1 Soph. OR 4

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1928)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: