previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἄμεινον οὖν ἦν Γαλάταις ἐκείνοις καὶ Σκύθαις τὸ παράπαν μήτ᾽ ἔννοιαν ἔχειν θεῶν μήτε φαντασίαν μήθ᾽ ἱστορίαν θεοὺς εἶναι νομίζειν χαίροντας ἀνθρώπων σφαττομένων αἵματι καὶ τελεωτάτην θυσίαν καὶ ἱερουργίαν ταύτην νομίζοντας; τί δέ; Καρχηδονίοις οὐκ ἐλυσιτέλει Κριτίαν λαβοῦσιν Διαγόραν νομοθέτην ἀπ᾽ ἀρχῆς μήτε τινὰ δαιμόνων μήτε θεῶν νομίζειν τοιαῦτα θύειν οἷα τῷ Κρόνῳ ἔθυον; οὐχ ὥσπερ Ἐμπεδοκλῆς 1 φησι τῶν τὰ ζῷα θυόντων καθαπτόμενος
μορφὴν δ᾽ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας
σφάζει ἐπευχόμενος μέγα νήπιος,
ἀλλ᾽ εἰδότες καὶ γιγνώσκοντες αὐτοὶ τὰ αὑτῶν τέκνα καθιέρευον, οἱ δ᾽ ἄτεκνοι παρὰ τῶν πενήτων ὠνούμενοι παιδία κατέσφαζον καθάπερ ἄρνας νεοσσούς, παρειστήκει δ᾽ μήτηρ ἄτεγκτος καὶ ἀστένακτος. εἰ δὲ στενάξειεν δακρύσειεν, ἔδει τῆς τιμῆς στέρεσθαι, τὸ δὲ παιδίον οὐδὲν ἧττον ἐθύετο, κρότου τε κατεπίμπλατο πάντα πρὸ τοῦ ἀγάλματος ἐπαυλούντων καὶ τυμπανιζόντων ἕνεκα τοῦ μὴ γίγνεσθαι τὴν βοὴν τῶν θρήνων ἐξάκουστον. εἰ δὲ Τυφῶνές τινες Γίγαντες ἦρχον ἡμῶν τοὺς θεοὺς ἐκβαλόντες, ποίαις ἂν ἣδοντο θυσίαις τίνας ἄλλας; ἱερουργίας ἀπῄτουν; Ἄμηστρις δ᾽ Ξέρξου γυνὴ, δώδεκα κατώρυξεν [p. 421] ἀνθρώπους ζῶντας ὑπὲρ αὑτῆς τῷ Ἅιδῃ, ὃν Πλάτων 2 φησὶ φιλάνθρωπον ὄντα καὶ σοφὸν καὶ πλούσιον, πειθοῖ καὶ λόγῳ κατέχοντα τὰς ψυχάς, Ἅιδην ὠνομάσθαι. Ξενοφάνης δ᾽ φυσικὸς τοὺς Αἰγυπτίους κοπτομένους ἐν ταῖς ἑορταῖς καὶ θρηνοῦντας ὁρῶν ὑπέμνησεν οἰκείως. ‘οὗτοιφησὶνεἰ μὲν θεοί εἰσι, μὴ θρηνεῖτε αὐτούς: εἰ δ᾽ ἄνθρωποι, μὴ θύετε αὐτοῖς;’

1 Ἐμπεδοκλῆς] Mullach. 1 p. 13

2 Πλάτων] Crat. p. 403 c

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1928)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: