previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἦν φοβερὸς ἐν Σάμῳ Πολυκράτης τύραννος, ἦν ἐν Κορίνθῳ Περίανδρος, ἀλλ᾽ οὐδεὶς ἐφοβεῖτο τούτους μεταστὰς εἰς πόλιν ἐλευθέραν καὶ δημοκρατουμένην. δὲ τὴν τῶν θεῶν ἀρχὴν ὡς τυραννίδα φοβούμενος σκυθρωπὴν καὶ ἀπαραίτητον ποῖ μεταστῇ ποῖ 1 φύγῃ, ποίαν γῆν ἄθεον εὕρῃ, ποίαν θάλασσαν; εἰς τί καταδὺς τοῦ κόσμου μέρος καὶ ἀποκρύψας σεαυτόν, ταλαίπωρε, πιστεύσεις ὅτι τὸν θεὸν ἀποπέφευγας; ἔστι καὶ δούλοις νόμος ἐλευθερίαν ἀπογνοῦσι πρᾶσιν αἰτεῖσθαι καὶ δεσπότην μεταβάλλειν ἐπιεικέστερον: δὲ δεισιδαιμονία θεῶν [p. 408] ἀλλαγὴν οὐ δίδωσιν, οὐδ᾽ ἔστιν εὑρεῖν ὃν οὐ φοβήσεται θεὸν φοβούμενος τοὺς πατρῴους καὶ γενεθλίους, φρίττων τοὺς σωτῆρας; καὶ τοὺς μειλιχίους τρέμων 2 καὶ δεδοικώς, παρ᾽ ὧν αἰτούμεθα πλοῦτον εὐπορίαν εἰρήνην ὁμόνοιαν ὄρθωσιν λόγων καὶ ἔργων τῶν, ἀρίστων. εἶθ᾽ οὗτοι τὸ δουλεύειν ἀτύχημα ἡγοῦνται καὶ λέγουσι
δεινή τις ἀνδρὶ καὶ γυναικὶ συμφορὰ
3 δούλους γενέσθαι δεσπότας τε δυσχερεῖς 4
λαβεῖν
πόσῳ δὲ δεινότερον οἴεσθε πάσχειν αὐτοὺς ἀνεκφεύ κτους ἀναποδράστους ἀνυποστάτους 5 λαμβάνοντας; ἔστι δούλῳ φεύξιμος βωμός, ἔστι καὶ λῃσταῖς ἀβέβηλα πολλὰ τῶν ἱερῶν, καὶ πολεμίους οἱ φεύγοντες ἂν ἀγάλματος λάβωνται ναοῦ, 6 θαρροῦσιν: δὲ δεισιδαίμων ταῦτα μάλιστα φρίττει καὶ φοβεῖται καὶ δέδοικεν, ἐν οἷς οἱ φοβούμενοι τὰ δεινότατα τὰς ἐλπίδας ἔχουσι. μὴ ἀπόσπα τὸν δεισιδαίμονα τῶν ἱερῶν: ἐνταῦθα κολάζεται καὶ τιμωρεῖται. τί δεῖ μακρὰ λέγειν; ‘πέρας ἐστὶ τοῦ βίου πᾶσιν ἀνθρώποις θάνατος:’ τῆς δὲ δεισιδαιμονίας οὐδ᾽ οὗτος, ἀλλ᾽ ὑπερβάλλει τοὺς ὅρους ἐπέκεινα τοῦ ζῆν, μακρότερον τοῦ βίου ποιοῦσα τὸν φόβον καὶ συνάπτουσα τῷ θανάτῳ κακῶν ἐπίνοιαν ἀθανάτων, καὶ ὅτε παύεται πραγμάτων, ἄρχεσθαι δοκοῦσα μὴ παυομένων. Ἅιδου τινὲς ἀνοίγονται πύλαι βαθεῖαι, [p. 409] καὶ ποταμοὶ πυρὸς ὁμοῦ καὶ Στυγὸς ἀπορρῶγες ἀνακεράννυνται , καὶ σκότος ἐμπίπλαται πολυφαντάστων 7 εἰδώλων τινῶν χαλεπὰς μὲν ὄψεις οἰκτρὰς δὲ φωνὰς ἐπιφερόντων, δικασταὶ δὲ καὶ κολασταὶ καὶ χάσματα καὶ μυχοὶ μυρίων κακῶν γέμοντες. οὕτως κακοδαίμων δεισιδαιμονία τῇ περιττῇ πρὸς ἅπαν τὸ δοκοῦν δεινὸν εὐλαβείᾳ λανθάνει ἑαυτὴν ὑποβάλλουσα παντοίοις δεινοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1928)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: