next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς περὶ θεῶν ἀμαθίας καὶ ἀγνοίας εὐθὺς ἐξ ἀρχῆς δίχα ῥυείσης; τὸ μὲν ὥσπερ ἐν χωρίοις σκληροῖς τοῖς ἀντιτύποις ἤθεσι τὴν ἀθεότητα, τὸ δ᾽ ὥσπερ ἐν ὑγροῖς τοῖς ἁπαλοῖς τὴν δεισιδαιμονίαν πεποίηκεν. ἅπασα μὲν οὖν κρίσις ψευδής, ἄλλως τε κἂν περὶ ταῦτα, μοχθηρόν δὲ καὶ πάθος πρόσεστι, μοχθηρότατον. πᾶν γὰρ πάθος ἔοικε πληγὴ 1 φλεγμαίνουσα εἶναι καὶ καθάπερ αἱ μετὰ τραύματος ἐκβολαὶ τῶν ἄρθρων, οὕτως αἱ μετὰ πάθους διαστροφαὶ τῆς ψυχῆς χαλεπώτεραι. ἀτόμους τις οἴεται καὶ κενὸν ἀρχὰς εἶναι τῶν ὅλων ψευδὴς ὑπόληψις, ἀλλ᾽ ἕλκος οὐ ποιεῖ οὐδὲ σφυγμὸν οὐδ᾽ ὀδύνην ταράττουσαν. ὑπολαμβάνει τις τὸν πλοῦτον ἀγαθὸν εἶναι μέγιστον: τοῦτο τὸ ψεῦδος ἰὸν ἔχει, νέμεται τὴν ψυχήν, ἐξίστησιν, οὐκ ἐᾷ καθεύδειν, οἴστρων ἐμπίπλησιν, ὠθεῖ κατὰ πετρῶν, ἄγχει, τὴν παρρησίαν ἀφαιρεῖται. πάλιν οἴονταί τινες εἶναι σῶμα τὴν ἀρετὴν καὶ τὴν κακίαν αἰσχρὸν ἴσως τὸ ἀγνόημα, θρήνων δὲ καὶ ὀδυρμῶν οὐκ ἄξιον ἀλλ᾽ αἵτινές εἰσι τοιαῦται κρίσεις καὶ ὑπολήψεις [p. 404]
τλῆμον ἀρετή, λόγος ἄρ᾽ ἦσθ᾽ ἐγὼ δέ σε
2 ὡς ἔργον ἤσκουν
ἀφεὶς τὴν πλουτοποιὸν ἀδικίαν καὶ τὴν γόνιμον ἁπάσης ἡδονῆς ἀκολασίαν, ταύτας ἄξιόν ἐστιν οἰκτίρειν ὁμοῦ καὶ δυσχεραίνειν, ὅτι πολλὰ νοσήματα καὶ πάθη καθάπερ εὐλὰς καὶ σκώληκας ἐντίκτουσι ταῖς ψυχαῖς παροῦσαι.

1 πληγὴ H: ἀπάτη

2 Nauck. p. 698

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Frank Cole Babbitt, 1928)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: