next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ ἱμάτια δοκεῖ θερμαίνειν τὸν ἄνθρωπον, οὐκ αὐτὰ δήπου θερμαίνοντα 1 καὶ προσβάλλοντα τὴν θερμότητα καθ᾽ ἑαυτὸ γὰρ ἕκαστον αὐτῶν ψυχρόν ἐστιν, καὶ πολλάκις οἱ 2 καυματιζόμενοι καὶ πυρέττοντες ἐξ ἑτέρων ἕτερα μεταλαμβάνουσιν, ἀλλ᾽ ἣν ἄνθρωπος ἀναδίδωσιν ἐξ ἑαυτοῦ θερμότητα, ταύτην ἐσθὴς τῷ σώματι προσπεσοῦσα συνέχει καὶ περιστέλλει, καὶ καθειργνυμένην εἰς τὸ σῶμα οὐκ ἐᾷ πάλιν σκεδάννυσθαι. ταὐτὸ δὴ τοῦτο τοῖς πράγμασιν ὑπάρχον ἐξαπατᾷ τοὺς πολλούς, ὡς, ἂν οἰκίας μεγάλας περιβάλωνται καὶ πλῆθος ἀνδραπόδων καὶ χρημάτων συναγάγωσιν, ἡδέως βιωσομένους. τὸ δ᾽ ἡδέως ζῆν καὶ ἱλαρῶς οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τοὐναντίον ἄνθρωπος τοῖς περὶ αὑτὸν πράγμασιν ἡδονὴν καὶ χάριν ὥσπερ ἐκ πηγῆς τοῦ ἤθους προστίθησιν. 15
αἰθομένου δὲ πυρὸς γεραρώτερος οἶκος ἰδέσθαι,
3
καὶ πλοῦτος; ἡδίων καὶ δόξα λαμπροτέρα καὶ δύναμις, ἂν τὸ ἀπὸ τῆς ψυχῆς ἔχῃ γῆθος: ὅπου καὶ [p. 245] πενίαν καὶ φυγὴν καὶ γῆρας ἐλαφρῶς καὶ προσηνῶς πρὸς εὐκολίαν καὶ πραότητα τρόπου φέρουσιν.

1 θερμαίνοντα καὶ del. H

2 οἱ Stephanus

3 Nauck. p. 343.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: