previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔτι τοίνυν πρόσλαβε τὴν Διογένους ἀπόφασιν, φιλόσοφον σφόδρα καὶ πολιτικὴν οὖσαν: ‘ ηομερ. α 255 [p. 213] πῶς ἀμυνοῦμαι τὸν ἐχθρόν;’ ‘ αὐτὸς καλὸς κἀγαθὸς γενόμενος.'’ ἵππους ἐχθρῶν ὁρῶντες εὐδοκιμοῦντας ἀνιῶνται καὶ 1 κύνας ἐπαινουμένους. ἂν χωρίον ἐκπεπονημένον ἴδωσιν, ἂν εὐθαλοῦντα κῆπον, ἐπιστένουσι. τί οὖν οἴει; σεαυτὸν ἐπιδεικνύμενος ἄνδρα δίκαιον ἀρτίφρονα χρηστόν, ἐν λόγοις εὐδόκιμον, ἐν πράξεσι καθαρόν, ἐν διαίτῃ κόσμιον,
βαθεῖαν 2 αὔλακα διὰ φρενὸς καρπούμενον,
ἐξ 3 ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα;
νικώμενοιφησὶ Πίνδαρος 4ἄνδρες ἀγρυξίᾳ δέδενται, ’ οὐχ ἁπλῶς οὐδὲ πάντες, ἀλλ᾽ ὅσοι νικωμένους αὑτοὺς ὁρῶσιν ὑπὸ τῶν ἐχθρῶν ἐπιμελείᾳ χρηστότητι μεγαλοφροσύνῃ φιλανθρωπίαις 5 εὐεργεσίαις: ταῦτ᾽ ἀποστρέφειτὴν γλῶττανὡς Δημοσθένης 6 φησίν, ‘ ἐμφράττει τὸ στόμα, ἄγχει, σιωπᾶν ποιεῖ.’
σύ 7 τοι διάφερε τῶν κακῶν: ἔξεστι γάρ.
εἰ θέλεις ἀνιᾶν τὸν μισοῦντα, μὴ λοιδόρει κίναιδον μηδὲ μαλακὸν μηδ᾽ ἀκόλαστον μηδὲ βωμολόχον μηδ᾽ ἀνελεύθερον, ἀλλ᾽ αὐτὸς ἀνὴρ ἴσθι καὶ σωφρόνει καὶ ἀλήθευε καὶ χρῶ φιλανθρώπως καὶ δικαίως τοῖς ἐντυγχάνουσιν. ἂν δὲ λοιδορῆσαι προαχθῇς, ἄπαγε πορρωτάτω σεαυτὸν ὧν λοιδορεῖς ἐκεῖνον. ἐνδύου τῇ ψυχῇ, περισκόπει τὰ σαθρά, μὴ τίς σοί ποθεν ὑποφθέγγηται κακία 8 τὸ τοῦ τραγῳδοῦ
ἄλλων ἰατρὸς αὐτὸς ἕλκεσι βρύων
9
[p. 214] ἂν ἀπαίδευτον εἴπῃς, 10 ἐπίτεινε τὸ φιλομαθὲς ἐν σεαυτῷ καὶ φιλόπονον: ἂν δειλόν, ἔγειρε μᾶλλον τὸ θαρραλέον καὶ ἀνδρῶδες: κἂν 11 ἀσελγῆ καὶ ἀκόλαστον, ἐξάλειφε τῆς ψυχῆς; εἴ τι λανθάνον ἐστὶ φιληδονίας ἴχνος. οὐδὲν γὰρ αἴσχιόν ἐστι: βλασφημίας παλινδρομούσης οὐδὲ λυπηρότερον, ἀλλ᾽ ἔοικε καὶ τοῦ φωτὸς; τὸ ἀνακλώμενον μᾶλλον ἐνοχλεῖν τὰς ἀσθενεῖς ὁράσεις καὶ τῶν ψόγων οἱ πρὸς αὐτοὺς ἀναφερόμενοι τοὺς ψέγοντας ὑπὸ τῆς ἀληθείας. ὡς γὰρ 12 καικίας τὰ νέφη, καὶ φαῦλος βίος ἐφ᾽ ἑαυτὸν ἕλκει τὰς λοιδορίας.

1 καὶ addidi

2 βαθεῖαν] Aesch. Sept. 793

3 ἐξ] ἀφ᾽ Aeschylus

4 Πίνδαρος] Bergk. 1 p. 457

5 φιλανθρωπίαις H nescio unde: φιλανθρωπίᾳ

6 Δημοσθένης] p. 406, 5

7 σύ] Eur. Or. 251

8 κακία del. H

9 Nauck. p. 545

10 εἴπῃς Boissonadius: εἴπῃ σε

11 κἂν ἂν H

12 ὡς γὰρ] Nauck. p. 660

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: