previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὸ δὴ μεγάλην μὲν ὠφέλειαν οὐκ ἐλάττω δὲ κίνδυνον τοῖς νέοις τοῦ ἀκούειν ἔχοντος, οἶμαι καλῶς ἔχειν καὶ πρὸς αὑτὸν ἀεὶ καὶ πρὸς ἕτερον διαλέγεσθαι περὶ τοῦ ἀκούειν. ἐπεὶ καὶ τούτῳ κακῶς τοὺς πλείστους χρωμένους ὁρῶμεν; οἳ λέγειν ἀσκοῦσι πρὶν ἀκούειν ἐθισθῆναι: καὶ λόγων μὲν οἴονται μάθησιν εἶναι καὶ μελέτην, ἀκροάσει δὲ καὶ τοὺς ὁπωσοῦν χρωμένους ὠφελεῖσθαι. καίτοι τοῖς μὲν σφαιρίζουσιν ἅμα τοῦ βαλεῖν καὶ τοῦ λαβεῖν τὴν σφαῖραν μάθησις: ἐν δὲ τῇ τοῦ λόγου χρείᾳ τὸ δέξασθαι καλῶς τοῦ προέσθαι πρότερόν ἐστιν, ὥσπερ τοῦ τεκεῖν τὸ συλλαβεῖν καὶ κατασχεῖν τι τῶν γονίμων. ταῖς μὲν οὖν ὄρνισι τὰς ὑπηνεμίους λοχείας καὶ ὠδῖνας ἀτελῶν τινων καὶ ἀψύχων ὑπολειμμάτων ἀρχὰς λέγουσιν εἶναι: τῶν δ᾽ ἀκούειν μὴ δυναμένων νέων μηδ᾽ ὠφελεῖσθαι δι᾽ ἀκοῆς ἐθισθέντων ὑπηνέμιος ὄντως λόγος; ἐκπίπτων
ἀκλειὴς ἀίδηλος ὑπαὶ νεφέεσσι κεδάσθη
τὰ μὲν γὰρ ἀγγεῖα πρὸς τὴν ὑποδοχὴν τῶν ἐγχεομένων ἐπικλίνουσι καὶ συνεπιστρέφουσιν, ἵν᾽ ἔγχυσις ἀληθῶς, μὴ ἔκχυσις γένηται, αὑτοὺς δὲ τῷ λέγοντι παρέχειν καὶ, συναρμόττειν τῇ προσοχῇ τὴν ἀκρόασιν, ὡς μηδὲν ἐκφύγῃ 1 τῶν χρησίμως λεγομένων, οὐ μανθάνουσιν, ἀλλ᾽ πάντων καταγελαστότατόν ἐστιν, ἂν μέν τινι προστύχωσι διηγουμένῳ δεῖπνον πομπὴν ὄνειρον λοιδορίαν γεγενημένην αὐτῷ πρὸς ἄλλον, ἀκροῶνται σιωπῇ καὶ προσλιπαροῦσιν ἂν δέ τις αὐτοὺς ἐπισπασάμενος διδάσκῃ τι τῶν χρησίμων [p. 95] παραινῇ τῶν δεόντων νουθετῇ πλημμελοῦντας καταπραΰνῃ χαλεπαίνοντας, οὐχ ὑπομένουσιν, ἀλλ᾽ ἂν μὲν δύνωνται, περιγενέσθαι φιλοτιμούμενοι διαμάχονται πρὸς τὸν λόγον: εἰ δὲ μή, φεύγοντες ἀπίασι πρὸς ἑτέρους λόγους καὶ φλυάρους, ὡς ἀγγεῖα φαῦλα καὶ σαθρὰ τὰ ὦτα πάντων μᾶλλον τῶν ἀναγκαίων ἐμπιπλάντες. τοὺς μὲν οὖν ἵππους οἱ καλῶς τρέφοντες εὐστόμους τῷ χαλινῷ , τοὺς δὲ παῖδας εὐηκόους τῷ λόγῳ παρέχουσι, πολλὰ μὲν ἀκούειν μὴ πολλὰ δὲ λέγειν διδασκομένους. καὶ γὰρ τὸν Ἐπαμεινώνδαν Σπίνθαρος ἐπαινῶν ἔφη μήτε πλείονα γιγνώσκοντι μήτ᾽ ἐλάττονα φθεγγομένῳ ῥᾳδίως ἐντυχεῖν ἑτέρῳ. καὶ τὴν φύσιν ἡμῶν ἑκάστῳ λέγουσι δύο μὲν ὦτα δοῦναι, μίαν δὲ γλῶτταν, ὡς ἐλάττονα λέγειν ἀκούειν ὀφείλοντι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: