Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄτοπον. τὸ ποῖον; ἐνίοτε γὰρ εἰδότες,
αἰσθόμενοι δὲ καὶ ἄλλων 1 αὐτοῖς
τοῦτο λεγόντων, τὴν ἐνίων τῶν παιδευτῶν
ἀπειρίαν ἅμα καὶ μοχθηρίαν, ὅμως τούτοις ἐπιτρέπουσι τοὺς παῖδας, οἱ
μὲν ταῖς τῶν ἀρεσκευομένων ἡττώμενοι κολακείαις, εἰσὶ δ᾽ οἳ καὶ [p. 9] δεομένοις χαριζόμενοι φίλοις, παρόμοιον ποιοῦντες ὥσπερ ἂν
εἴ τις τῷ σώματι κάμνων τὸν σὺν ἐπιστήμῃ δυνηθέντ᾽ ἂν σῶσαι
παραλιπών, φίλῳ χαριζόμενος τὸν δι᾽ ἀπειρίαν ἀπολέσαντ᾽ ἂν αὐτὸν
προέλοιτο, ἢ ναύκληρον τὸν ἄριστον ἀφεὶς
τὸν χείριστον δοκιμάσειε φίλου δεηθέντος. Ζεῦ καὶ θεοὶ πάντες,
1 αἰσθόμενοι δὲ καὶ ἄλλων scripsi: αἰσθομένοις μᾶλλον. Et haec et αὐτοῖς τοῦτο λεγόντων expunxit H
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.