This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐχόμενον δ᾽ ἂν εἴη τούτων εἰπεῖν ὅπερ οὐδὲ τοῖς πρὸ ἡμῶν παρεωρᾶτο.
τὸ ποῖον; ὅτι τοὺς ἕνεκα παιδοποιίας πλησιάζοντας ταῖς γυναιξὶν ἤτοι τὸ
παρὰπαν ἀοίνους ἢ μετρίως γοῦν οἰνωμένους ποιεῖσθαι προσήκει τὸν
συνουσιασμόν. φίλοινοι γὰρ καὶ μεθυστικοὶ
γίγνεσθαι φιλοῦσιν ὧν ἂν τὴν ἀρχὴν τῆς σπορᾶς οἱ πατέρες ἐν μέθῃ
ποιησάμενοι τύχωσιν. καὶ
Διογένης μειράκιον ἐκστατικὸν ἰδὼν καὶ παραφρονοῦν ‘νεανίσκε’
ἔφησεν, ‘ὁ πατήρ σε μεθύων ἔσπειρε’ καὶ περὶ μὲν τῆς γενέσεως
τοσαῦτ᾽ εἰρὴσθω μοι, περὶ δὲ τῆς ἀγωγῆς καὶ
δὴ λεκτέον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.