previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μέντοι καὶ τῆς αἰσχρολογίας ἀπακτέον τοὺς υἱεῖςλόγος γὰρ ἔργου σκιήκατὰ Δημόκριτον. εἶτά γε μὴν ἐντευκτικοὺς αὐτοὺς εἶναι [p. 22] παρασκευαστέον καὶ φιλοπροσηγόρους οὐδὲν γὰρ ὡς τὰ ἀνέντευκτα τῶν ἠθῶν ἐστιν οὕτως ἀξιομίσητον. ἔτι τοίνυν οἱ παῖδες ἀμισεῖς γίγνοιντ᾽ ἂν τοῖς συνοῦσι μὴ παντελῶς ἐν ταῖς ζητήσεσιν ἀπαραχώρητοι γιγνόμενοι: οὐ γὰρ τὸ νικᾶν μόνον ἀλλὰ καὶ τὸ ἡττᾶσθαι ἐπίστασθαι καλὸν ἐν οἷς τὸ νικᾶν βλαβερόν. ἔστι γὰρ ὡς ἀληθῶς καὶ νίκη Καδμεία. ἔχω δὲ μάρτυρα τούτου Εὐριπίδην τὸν σοφὸν ἐπαγαγέσθαι λέγοντα
δυοῖν λεγόντοιν, θατέρου θυμουμένου, 1
μὴ ἀντιτείνων τοῖς λόγοις σοφώτερος
τοίνυν τῶν εἰρημένων οὐδενὸς ἧττόν ἐστιν 2 ἀλλὰ καὶ μᾶλλον ἐπιτηδευτέα τοῖς νέοις καὶ δὴ λεκτέον. ταῦτα δ᾽ ἐστὶ τὸ τὸν 3 βίον ἀτύφωτον ἀσκεῖν, τὸ τὴν γλῶτταν κατέχειν, τὸ τῆς ὀργῆς; ὑπεράνω γίγνεσθαι, τὸ τῶν χειρῶν κρατεῖν. τούτων ἕκαστον ἡλίκον ἐστὶ σκεπτέον ἔσται δ᾽ ἐπὶ παραδειγμάτων γνωριμώτερα. οἷον ἵν᾽ ἀπὸ τοῦ τελευταίου πρῶτον ἄρξωμαι, τὰς χεῖράς τινες ὑποσχόντες λήμμασιν ἀδίκοις τὴν δόξαν τῶν προβεβιωμένων ἐξέχεαν: ὡς Γύλιππος Λακεδαιμόνιος τὰ σακκία τῶν χρημάτων παραλύσας φυγὰς ἀπηλάθη τῆς Σπάρτης. τό γε μὴν ἀόργητον ἀνδρός ἐστι σοφοῦ. Σωκράτης μὲν γάρ, λακτίσαντος αὐτὸν νεανίσκου θρασέος μάλα καὶ βδελυροῦ, τοὺς ἀμφ᾽ αὑτὸν ὁρῶν ἀγανακτοῦντας καὶ σφαδάζοντας ὡς καὶ διώκειν αὐτὸν ἐθέλειν, ‘ἆρ᾽ἔφησεκαὶ εἲ μ᾽ ὄνος ἐλάκτισεν, ἀντιλακτίσαι τοῦτον ἠξιώσατ᾽ ἄν;’ οὐ μὴν ἐκεῖνός γε παντελῶς κατεπροίξατο, πάντων [p. 23] δ᾽ αὐτὸν ὀνειδιζόντων καὶ λακτιστὴν ἀποκαλούντων ἀπήγξατο. Ἀριστοφάνους δέ, ὅτε τὰς Νεφέλας ἐξέφερε , παντοίως πᾶσαν ὕβριν αὐτοῦ κατασκεδαννύντος, καί τινος τῶν παρόντωνκᾆτα 4 τοιαῦτ᾽ ἀνακωμῳδοῦντος οὐκ ἀγανακτεῖςεἰπόντος Σώκρατες;’ ‘ μὰ Δί᾽ οὐκ ἔγωγ᾽ ἔφησεν’ ‘ὡς γὰρ ἐν συμποσίῳ μεγάλῳ τῷ θεάτρῳ σκώπτομαιἀδελφὰ τούτοις 5 καὶ σύζυγα φανήσονται πεποιηκότες Ἀρχύτας Ταραντῖνος καὶ Πλάτων. μὲν γὰρ ἐπανελθὼν ἀπὸ τοῦ πολέμου στρατηγῶν δ᾽ ἐτύγχανε γῆν καταλαβὼν κεχερσωμένην, τὸν ἐπίτροπον καλέσας αὐτῆς ᾤμωξαςἄνἔφησενεἰ μὴ λίαν ὠργιζόμηνΠλάτων δὲ δούλῳ λίχνῳ καὶ βδελυρῷ θυμωθείς, τὸν τῆς ἀδελφῆς υἱὸν Σπεύσιππον καλέσαςτοῦτονἔφησεν ἀπελθώνκρότησον: 6 ἐγὼ γὰρ πάνυ θυμοῦμαιχαλεπὰ δὲ ταῦτα καὶ δυσμίμητα φαίη τις ἄν. οἶδα κἀγώ. πειρατέον οὖν εἰς ὅσον οἷὸν τ᾽ ἐστὶ τούτοις παραδείγμασι χρωμένους τὸ πολὺ τῆς ἀκρατοῦς καὶ μαινομένης ὑφαιρεῖν ὀργῆς οὐδὲ γὰρ ἐς τἄλλα ἐνάμιλλοι ταῖς ἐκείνων ἐσμὲν οὔτ᾽ ἐμπειρίαις οὔτε καλοκαγαθίαις. ἀλλ᾽ οὐδὲν ἧττον ἐκείνων, ὥσπερ θεῶν ἱεροφάνται καὶ δᾳδοῦχοι τῆς σοφίας ὄντες, ὅσαπέρ ἐστιν ἐν δυνατῷ, ταῦτα μιμεῖσθαι καὶ περικνίζειν ἐπιχειροῦμεν. τὸ τοίνυν τῆς γλώττης κρατεῖν περὶ τούτου γάρ, ὥσπερ ὑπεθέμην, εἰπεῖν λοιπόν εἴ τις μικρὸν καὶ φαῦλον ὑπείληφε , πλεῖστον διαμαρτάνει τῆς ἀληθείας. σοφὸν γὰρ εὔκαιρος σιγὴ καὶ παντὸς λόγου κρεῖττον. [p. 24] καὶ διὰ τοῦτό μοι δοκεῖ τὰς μυστηριώδεις τελετὰς οἱ παλαιοὶ κατέδειξαν, ἵν᾽ ἐν ταύταις σιωπᾶν ἐθισθέντες ἐπὶ τὴν τῶν ἀνθρωπίνων μυστηρίων πίστιν τὸν ἀπὸ τῶν θεῶν μεταφέρωμεν φόβον. καὶ γὰρ αὖ σιωπήσας μὲν οὐδεὶς μετενόησε, λαλήσαντες δὲ παμπληθεῖς. καὶ τὸ μὲν σιγηθὲν ἐξειπεῖν ῥᾴδιον, τὸ δὲ ῥηθὲν ἀναλαβεῖν ἀδύνατον. μυρίους δ᾽ ἔγωγ᾽ οἶδ᾽ ἀκούσας ταῖς μεγίσταις συμφοραῖς περιπεσόντας διὰ τὴν τῆς γλώττης ἀκρασίαν. ὧν τοὺς ἄλλους παραλιπὼν ἑνὸς δυεῖν τύπου ἕνεκεν ἐπιμνησθήσομαι. τοῦ γὰρ Φιλαδέλφου γήμαντος τὴν ἀδελφὴν Ἀρσινόην Σωτάδης εἰπών
εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὠθεῖς
ἐν δεσμωτηρίῳ πολλοὺς; κατεσάπη χρόνους 7 καὶ τῆς ἀκαίρου λαλιᾶς οὐ μεμπτὴν ἔδωκε δίκην, ἵνα δὲ γέλωτα παράσχῃ τοῖς ἄλλοις, αὐτὸς πολὺν χρόνον 8 ἔκλαυσεν. ἐνάμιλλα δὲ τούτοις καὶ σύζυγα καὶ Θεόκριτος σοφιστὴς εἶπέ τε καὶ ἔπαθε, καὶ πολὺ δεινότερα. Ἀλεξάνδρου γὰρ πορφυρᾶς ἐσθῆτας κελεύσαντος: κατασκευάζειν τοὺς Ἕλληνας, ἵν᾽ ἐπανελθὼν τὰ ἐπινίκια τοῦ πολέμου τοῦ κατὰ τῶν βαρβάρων θύσειε, καὶ τῶν ἐθνῶν κατὰ κεφαλὴν εἰσφερόντων ἄργυρον πρότερονμένἔφησενἠμφισβήτουν, νῦν δ᾽ ᾔσθημαι σαφῶς: ὅτι πορφύρεοςὉμήρου θάνατος ‘’ οὗτός ἐστιν.’ ἐξ ὧν ἐχθρὸν ἐκτήσατο τὸν Ἀλέξανδρον. Ἀντίγονον δὲ τὸν βασιλέα τῶν Μακεδόνων ἑτερόφθαλμον ὄντα τὴν πήρωσιν προφέρων εἰς οὐ μετρίαν ὀργὴν κατέστησε. τὸν γὰρ [p. 25] ἀρχιμάγειρον Εὐτροπίωνα γεγενημένον ἐν τάξει πέμψας παραγενέσθαι πρὸς αὐτὸν ἠξίου καὶ λόγον δοῦναι καὶ λαβεῖν. ταῦτα δ᾽ ἀπαγγέλλοντος ἐκείνου πρὸς αὐτὸν καὶ πολλάκις προσιόντοςεὖ οἶδ᾽ ἔφησεν’ ‘ὅτι ὠμόν με θέλεις τῷ Κύκλωπι, παραθεῖναι,’ ὀνειδίζων τὸν μὲν ὅτι πηρός, τὸν δ᾽ ὅτι μάγειρος ἦν. κἀκεῖνοςτοιγαροῦνεἰπώντὴν κεφαλὴν οὐχ ἕξεις ἀλλὰ τῆς ἀθυροστομίας ταύτης καὶ μανίας δώσεις δίκην’, ἀπήγγειλε τὰ εἰρημένα τῷ βασιλεῖ, δὲ πέμψας ἀνεῖλε τὸν Θεόκριτον. παρὰ πάντα δὲ ταῦτα , ὅπερ ἐστὶν ἱεροπρεπέστατον, ἐθίζειν τοὺς παῖδας τῷ τἀληθῆ λέγειν τὸ γὰρ ψεύδεσθαι δουλοπρεπὲς καὶ πᾶσιν ἀνθρώποις ἄξιον μισεῖσθαι καὶ οὐδὲ μετρίοις δούλοις συγγνωστόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William W. Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: