previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ δὲ πρὸς Πῶρον αὐτὸς ἐν ταῖς ἐπιστολαῖς ὡς ἐπράχθη γέγραφε. φησὶ γάρ ἐν μέσῳ τῶν στρατοπέδων τοῦ Ὑδάσπου ῥέοντος ἀντιπόρους ἱστάντα τοὺς ἐλέφαντας ἀεὶ τὸν Πῶρον ἐπιτηρεῖν τὴν διάβασιν. αὐτόν μὲν οὖν καθ᾽ ἡμέραν ἑκάστην ψόφον ποιεῖν καὶ θόρυβον ἐν τῷ στρατοπέδῳ πολύν, ἐθίζοντα τοὺς βαρβάρους μὴ φοβεῖσθαι: [2] νυκτὸς δὲ χειμερίου καὶ ἀσελήνου λαβόντα τῶν πεζῶν μέρος, ἱππεῖς δὲ τοὺς κρατίστους, καὶ προελθόντα πόρρω τῶν πολεμίων διαπερᾶσαι πρὸς νῆσον οὐ μεγάλην. ἐνταῦθα δὲ ῥαγδαίου μὲν ἐκχυθέντος ὄμβρου, πρηστήρων δὲ πολλῶν καὶ κεραυνῶν εἰς τὸ στρατόπεδον φερομένων, ὅμως ὁρῶν ἀπολλυμένους τινὰς καὶ συμφλεγομένους ὑπὸ τῶν κεραυνῶν ἀπὸ τῆς νησῖδος ἄρας προσφέρεσθαι ταῖς ἀντιπέρας ὄχθαις. [3] τραχὺν δὲ τὸν Ὑδάσπην ὑπὸ τοῦ χειμῶνος ἐπιόντα καὶ μετέωρον, ἔκρηγμα ποιῆσαι μέγα, καὶ πολὺ μέρος ἐκείνῃ φέρεσθαι τοῦ ῥεύματος: αὐτοὺς δὲ δέξασθαι τὸ μέσον οὐ βεβαίως, ἅτε δὴ συνολισθάνον καὶ περιρρηγνύμενον. ἐνταῦθα δὲ εἰπεῖν φασιν αὐτόν̣, Ἀθηναῖοι, ἆρά γε πιστεύσαιτε ἂν ἡλίκους ὑπομένω κινδύνους ἕνεκα τῆς παρ᾽ ὑμῖν εὐδοξίας;’ [4] ἀλλὰ τοῦτο μὲν Ὀνησίκριτος εἴρηκεν, αὐτὸς δέ φησι τὰς σχεδίας ἀφέντας αὐτοὺς μετὰ τῶν ὅπλων τὸ ἔκρηγμα διαβαίνειν ἄχρι μαστῶν βρεχομένους, διαβὰς δὲ τῶν πεζῶν εἴκοσι σταδίους προϊππεῦσαι, λογιζόμενος, εἰ μὲν οἱ πολέμιοι τοῖς [p. 396] ἵπποις προσβάλοιεν, πολὺ κρατήσειν, εἰ δὲ κινοῖεν τὴν φάλαγγα, φθήσεσθαι τοὺς πεζοὺς αὐτῷ προσγενομένους θάτερον δὲ συμβῆναι. [5] τῶν γάρ ἱππέων χιλίους καὶ τῶν ἁρμάτων ἑξήκοντα συμπεσόντα τρεψάμενος, τὰ μὲν ἅρματα λαβεῖν ἅπαντα, τῶν δ᾽ ἱππέων ἀνελεῖν τετρακοσίους, οὕτω δὴ συμφρονήσαντα τὸν Πῶρον ὡς αὐτὸς εἴη διαβεβηκὼς Ἀλέξανδρος, ἐπιέναι μετὰ πάσης τῆς δυνάμεως, πλὴν ὅσον ἐμποδὼν εἶναι τοῖς διαβαίνουσι τῶν Μακεδόνων ἀπέλιπε. φοβηθεὶς δὲ τὰ θηρία καὶ τὸ πλῆθος τῶν πολεμίων αὐτὸς μὲν ἐνσεῖσαι κατὰ θάτερον κέρας, Κοῖνον δὲ τῷ δεξιῷ προσβαλεῖν κελεῦσαι, [6] γενομένης δὲ τροπῆς ἑκατέρωθεν ἀναχωρεῖν ἀεὶ πρὸς τὰ θηρία καὶ συνειλεῖσθαι τοὺς ἐκβιαζομένους, ὅθεν ἤδη τὴν μάχην ἀναμεμιγμένην εἶναι, καὶ μόλις ὀγδόης ὥρας ἀπειπεῖν τοὺς πολεμίους, ταῦτα μὲν οὖν τῆς μάχης ποιητὴς αὐτὸς ἐν ταῖς ἐπιστολαῖς εἴρηκεν.

οἱ δὲ πλεῖστοι τῶν συγγραφέων ὁμολογοῦσι τὸν Πῶρον ὑπεραίροντα τεσσάρων πηχῶν σπιθαμῇ τὸ μῆκος ἱππότου μηδὲν ἀποδεῖν πρὸς τὸν ἐλέφαντα συμμετρίᾳ διὰ τὸ μέγεθος καὶ τὸν ὄγκον τοῦ σώματος: [7] καίτοι μέγιστος ἦν ἐλέφας σύνεσιν δὲ θαυμαστὴν ἐπεδείξατο καὶ κηδεμονίαν τοῦ βασιλέως, ἐρρωμένου μὲν ἔτι θυμῷ τοὺς προσμαχομένους ἀμυνόμενος καὶ ἀνακόπτων, ὡς δὲ ᾔσθετο βελῶν πλήθει καὶ τραυμάτων κάμνοντα, δείσας μὴ περιρρυῇ, τοῖς μὲν γόνασιν εἰς γῆν ὑφῆκε πρᾴως ἑαυτόν, τῇ δὲ προνομαίᾳ [p. 398] λαμβάνων ἀτρέμα τῶν δορατίων ἕκαστον ἐξῄρει τοῦ σώματος, [8] ἐπεὶ δὲ ληφθέντα τὸν Πῶρον Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται, ‘βασιλικῶς,’ εἶπε προσπυθομένου δὲ μή τι ἄλλο λέγει, ‘πάντα,’ εἶπεν, ‘ἐστὶν ἐν τῷ βασιλικῶς.’ οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν ἐβασίλευε, σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς 1 αὐτόνομους καταστρεψάμενος, ἐν πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίας ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν ἄλλην δὲ τρὶς τοσαύτην ἧς Φίλιππόν τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.

1 τοὺς with Bekker, after Coraës: καὶ τούς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (14 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: