previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μὲν οὖν Φιλώτας ἐπιβουλευόμενος οὕτως ἠγνόει, καὶ συνῆν τῇ Ἀντιγόνῃ πολλὰ καὶ πρὸς ὀργὴν καὶ μεγαλαυχίαν ῥήματα καὶ λόγους κατὰ τοῦ βασιλέως ἀνεπιτηδείους προϊέμενος. [2] δὲ Ἀλέξανδρος, καίπερ καρτερᾶς ἐνδείξεως κατὰ τοῦ Φιλώτου προσπεσούσης, ἐκαρτέρησε σιωπῇ καί κατέσχεν, εἴτε θαρρῶν τῇ Παρμενίωνος εὐνοίᾳ πρὸς αὑτόν, εἴτε δεδιὼς τὴν δόξαν αὐτῶν καὶ τὴν δύναμιν. ἐν δὲ τῷ τότε χρόνῳ Μακεδὼν ὄνομα Λίμνος, ἐκ Χαλαίστρας, ἐπιβουλεύων Ἀλεξάνδρῳ Νικόμαχόν τινα τῶν νέων, πρὸς ὃν αὐτὸς ἐρωτικῶς εἶχεν, ἐπὶ τὴν κοινωνίαν τῆς πράξεως παρεκάλει. [3] τοῦ δὲ μὴ δεξαμένου, φράσαντος δὲ τἀδελφῷ Κεβαλίνῳ τὴν πεῖραν, ἐλθὼν ἐκεῖνος πρὸς Φιλώταν ἐκέλευσεν εἰσάγειν αὐτοὺς πρὸς Ἀλέξανδρον ὡς περὶ ἀναγκαίων ἔχοντας ἐντυχεῖν καὶ μεγάλων, δὲ Φιλώτας, τι δὴ παθὼν ἄδηλον γὰρ ἐστιν̓, οὐ παρῆγεν αὐτούς, ὡς πρὸς ἄλλοις μείζοσι γιγνομένου τοῦ βασιλέως, καὶ τοῦτο δὶς ἐποίησεν. [4] οἱ δὲ καθ᾽ ὑπεροψίαν ἤδη τοῦ Φιλώτου τραπόμενοι πρὸς ἕτερον καὶ δι᾽ ἐκείνου τῷ Ἀλεξάνδρῳ προσαχθέντες πρῶτον μὲν τὰ τοῦ Λίμνου κατεῖπον, ἔπειτα παρεδήλωσαν ἡσυχῇ τὸν Φιλώταν, ὡς ἀμελήσειεν αὐτῶν δὶς ἐντυχόντων. καί τοῦτο δὴ σφόδρα παρώξυνε τὸν Ἀλέξανδρον: καὶ τοῦ πεμφθέντος ἐπὶ τὸν Λίμνου, ὡς ἠμύνετο συλλαμβανόμενος, ἀποκτείναντος αὑτόν, ἔτι μᾶλλον διεταράχθη, τὸν ἔλεγχον ἐκπεφευγέναι τῆς ἐπιβουλῆς νομίζων. [5] καὶ πικρῶς ἔχων [p. 366] πρὸς τὸν Φιλώταν ἐπεσπάσατο τοὺς πάλαι μισοῦντας αὑτόν, ἤδη φανερῶς λέγοντας ὡς ῥᾳθυμία τοῦ βασιλέως εἴη Λίμνον οἰομένου, Χαλαιστραῖον ἄνθρωπον, ἐπιχειρῆσαι τολμήματι τοσούτῳ καθ᾽ αὑτὸν ἀλλὰ τοῦτον μὲν ὑπηρέτην εἶναι, μᾶλλον δὲ ὄργανον ἀπὸ μείζονος ἀρχῆς ἀφιέμενον, ἐν ἐκείνοις δὲ τὴν ἐπιβουλὴν ζητητέον οἷς μάλιστα ταῦτα λανθάνειν συνέφερε, [6] τοιούτοις λόγοις καὶ ὑπονοίαις ἀναπετάσαντος τὰ ὦτα τοῦ βασιλέως ἐπῆγον ἤδη μυρίας κατὰ τοῦ Φιλώτου διαβολάς. ἐκ τούτου δὲ συλληφθεὶς ἀνεκρίνετο, τῶν ἑταίρων ἐφεστώτων ταῖς βασάνοις, Ἀλεξάνδρου δὲ κατακούοντος ἔξωθεν αὐλαίας παρατεταμένης ὅτε δὴ καί φασιν αὑτὸν εἰπεῖν, οἰκτρὰς καὶ ταπεινὰς τοῦ Φιλώτου φωνὰς καὶ δεήσεις τοῖς περὶ τὸν Ἡφαιστίωνα προσφέροντοςοὕτω δὴ μαλακὸς ὢν, Φιλώτα, καὶ ἄνανδρος ἐπεχείρεις πράγμασι τηλικούτοις;’ [7] ἀποθανόντος δὲ τοῦ Φιλώτου καὶ Παρμενίωνα πέμψας εὐθὺς εἰς Μηδίαν ἀνεῖλεν, ἄνδρα πολλὰ μὲν Φιλίππῳ συγκατεργασάμενον, μόνον δὲ μάλιστα τῶν πρεσβυτέρων φίλων Ἀλέξανδρον εἰς Ἀσίαν ἐξορμήσαντα διαβῆναι, τριῶν δὲ υἱῶν οὓς ἔσχεν, ἐπὶ τῆς στρατιᾶς δύο μὲν ἐπιδόντα πρότερον ἀποθανόντας, τῷ δὲ τρίτῳ συναναιρεθέντα.

[8] ταῦτα πραχθέντα πολλοῖς τῶν φίλων φοβερὸν ἐποίησε τὸν Ἀλέξανδρον, μάλιστα δὲ Ἀντιπάτρῳ καὶ πρὸς Αἰτωλοὺς ἔπεμψε κρύφα πίστεις διδοὺς καὶ λαμβάνων. ἐφοβοῦντο γὰρ Ἀλέξανδρον Αἰτωλοὶ διὰ τὴν Οἰνιαδῶν ἀνάστασιν, ἣν [p. 368] πυθόμενος οὐκ Οἰνιαδῶν ἔφη παῖδας, ἀλλ᾽ αὑτὸν ἐπιθήσειν δίκην Αἰτωλοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: