previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὸ μὲν οὖν εὐτυχεῖν καὶ τοὺς φύσει μικροὺς συνεπικουφίζει τοῖς φρονήμασιν, ὥστε φαίνεσθαί τι μέγεθος περὶ αὑτοὺς καὶ ὄγκον ἐκ πραγμάτων ὑπερεχόντων ἀποβλεπομένους: δὲ ἀληθῶς μεγαλόφρων καὶ βέβαιος ἐν τοῖς σφάλμασι μᾶλλον καὶ ταῖς δυσημερίαις ἀναφέρων γίνεται κατάδηλος, ὥσπερ Εὐμενής. [2] πρῶτον μὲν γὰρ ἐν Ὀρκυνίοις τῆς Καππαδοκίας ἡττηθεὶς ὑπὸ Ἀντιγόνου διὰ προδοσίας καὶ διωκόμενος οὺ παρῆκε τὸν προδότην ἐκ τῆς φυγῆς διαπεσεῖν πρὸς τοὺς πολεμίους, ἀλλὰ συλλαβὼν ἐκρέμασε. φεύγων δὲ τὴν ἐναντίαν ὁδὸν τοῖς διώκουσι μετέβαλε λαθὼν, καὶ παραλλάξας, ὡς ἦλθεν ἐπὶ τὸν τόπον οὗ τὴν μάχην συνέβη γενέσθαι, κατεστρατοπέδευσε, καὶ συναγαγὼν τοὺς νεκροὺς καὶ τῶν ἐν κύκλῳ κωμῶν τὰ θυρώματα κατασχίσας ἔκαυσεν ἰδίᾳ μὲν ἡγεμόνας, ἰδίᾳ δὲ τοὺς πολλούς, καὶ πολυάνδρια χώσας ἀπῆλθεν, ὥστε καὶ τὸν [p. 106] Ἀντίγονον ὕστερον ἐπελθόντα θαυμάζειν τὸ θάρσος αὐτοῦ καὶ τὴν εὐστάθειαν.

[3] ἔπειτα ταῖς ἀποσκευαῖς τοῦ Ἀντιγόνου περιπεσών, καὶ λαβεῖν ῥᾳδίως δυνάμενος πολλὰ μὲν ἐλεύθερα σώματα, πολλὴν δὲ θεραπείαν καὶ πλοῦτον ἐκ πολέμων τοσούτων καὶ λεηλασιῶν ἠθροισμένον, ἔδεισε μὴ καταπλησθέντες ὠφελείας καὶ λαφύρων οἱ σὺν αὐτῷ βαρεῖς γένωνται πρὸς τὴν φυγὴν, καὶ μαλακώτεροι τὰς πλάνας ὑπομένειν καὶ τὸν χρόνον, ἐν μάλιστα τοῦ πολέμου τὰς ἐλπίδας εἶχεν, ὡς ἀποστρέψων τὸν Ἀντίγονον. [4] ἐπεὶ δὲ ἄντικρυς χαλεπὸν ἦν ἀποτρέπειν Μακεδόνας χρημάτων ἐν ἐφικτῷ παρόντων, ἐκέλευσε θεραπεύσαντας αὑτοὺς καὶ τοῖς ἵπποις χιλὸν ἐμβαλόντας οὕτω βαδίζειν ἐπὶ τοὺς πολεμίους, αὐτὸς δὲ πέμπει κρύφα πρὸς τὸν ἐπὶ τῆς ἀποσκευῆς τῶν πολεμίων Μένανδρον, ὡς κηδόμενος αὐτοῦ φίλου γεγονότος καὶ συνήθους, φυλάξασθαι παραινῶν καὶ ἀναχωρῆσαι τὴν ταχίστην ἐκ τῶν ἐπιδρόμων καὶ ταπεινῶν πρὸς τὴν ἐγγὺς ὑπώρειαν ἄφιππον οὖσαν καὶ κυκλώσεις οὐκ ἔχουσαν. [5] τοῦ δὲ Μενάνδρου ταχὺ συμφρονήσαντος τὸν κίνδυνον καὶ ἀνασκευασαμένου, κατασκόπους ἔπεμπεν Εὐμενὴς φανερῶς, καὶ παρήγγειλε τοῖς στρατιώταις ὁπλίζεσθαι καὶ τοὺς ἵππους ἐγχαλινοῦν ὡς προσάξων τοῖς πολεμίοις. τῶν δὲ κατασκόπων ἀπαγγειλάντων ὅτι παντάπασιν Μένανδρος ἄληπτος εἴη καταπεφευγὼς εἰς τόπους χαλεπούς, ἄχθεσθαι προσποιούμενος Εὐμενὴς ἀπῆγε τὴν στρατιάν. [6] λέγεται δέ, τοῦ Μενάνδρου ταῦτα μαρτυρήσαντος πρὸς τὸν Ἀντίγονον, καὶ τῶν Μακεδόνων [p. 108] ἐπαινούντων τὸν Εὐμενῆ καὶ φιλανθρωπότερον διατεθέντων, ὅτι καὶ παῖδας αὐτῶν ἀνδραποδίσασθαι καὶ γυναῖκας αἰσχῦναι παρόν ἐφείσατο καὶ παρῆκεν, ‘ἄλλ᾽ ἐκεῖνός γε,’ φάναι τὸν Ἀντίγονον, ‘οὐχ ὑμῶν, μακάριοι, κηδόμενος παρῆκεν, ἀλλ᾽ αὑτῷ φεύγοντι δεδιὼς περιθεῖναι πέδας τοσαύτας.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: