previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἤδη δὲ τῆς πολιορκίας χρόνον [p. 114] λαμβανούσης Ἀντίγονος τεθνηκέναι πυνθανόμενος Ἀντίπατρον ἐν Μακεδονίᾳ, καὶ τεταράχθαι τὰ πράγματα Κασάνδρου καὶ Πολυσπέρχοντος διαφερομένων, οὐδὲν ἔτι μικρὸν ἐλπίζων, ἀλλὰ τῇ γνώμῃ τὴν ὅλην περιβαλλόμενος ἡγεμονίαν: ἐβούλετο τὸν Εὐμενῆ φίλον ἔχειν καὶ συνεργὸν ἐπὶ τὰς πράξεις, διὸ πέμψας Ἱερώνυμον ἐσπένδετο τῷ Εὐμενεῖ, προτείνας ὅρκον, ὃν Εὐμενὴς διορθώσας ἐπέτρεψεν ἐπικρῖναι τοῖς πολιορκοῦσιν αὐτὸν Μακεδόσι, πότερος εἴη δικαιότερος. [2] Ἀντίγονος μὲν γὰρ ἀφοσιώσεως ἕνεκεν ἐν ἀρχῇ τῶν βασιλέων ἐπιμνησθείς τὸν λοιπὸν ὅρκον εἰς ἑαυτὸν ὥρκιζεν, Εὐμένης δὲ πρώτην μὲν ἐνέγραψε τοῖς ὅρκοις Ὀλυμπιάδα μετὰ τῶν βασιλέων, ἔπειτα ὤμνυεν οὐκ Ἀντιγόνῳ μόνον εὐνοήσειν οὐδ᾽ ἐκείνῳ τὸν αὐτὸν ἐχθρὸν ἕξειν καὶ φίλον, ἀλλὰ καὶ Ὀλυμπιάδι καὶ τοῖς βασιλεῦσιν. ὧν δικαιοτέρων φανέντων, οἱ Μακεδόνες ταῦθ᾽ ὁρκίσαντες τὸν Εὐμενῆ τὴν πολιορκίαν ἔλυσαν, καὶ πρὸς τὸν Ἀντίγονον ἀπέστελλον, ὅπως καὶ αὐτὸς ἀποδῷ τῷ Εὐμενεῖ τὸν ὅρκον.

[3] ἐν τούτῳ δὲ Εὐμενὴς ὅσους εἶχεν ἐν Νώροις τῶν Καππαδοκῶν ὁμήρους ἀπεδίδου, λαμβάνων ἵππους καὶ ὑποζύγια καὶ σκηνὰς παρὰ τῶν κομιζομένων, καὶ συνῆγε τῶν στρατιωτῶν ὅσοι διασπαρέντες ἀπὸ τῆς φυγῆς ἐπλανῶντο κατὰ τὴν χώραν, ὥστε περὶ αὐτὸν ἱππεῖς ὀλίγῳ τῶν χιλίων ἀποδέοντας γενέσθαι, μεθ᾽ ὧν ἐξελάσας [p. 116] ἔφυγεν, ὀρθῶς φοβηθεὶς τὸν Ἀντίγονον. οὐ γὰρ μόνον ἐκεῖνον ἐκέλευσε πολιορκεῖν αὖθις περιτειχίσαντας, ἀλλὰ καὶ τοῖς Μακεδόσι πικρῶς ἀντέγραψε δεξαμένοις τοῦ ὅρκου τὴν διόρθωσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: