previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιούτοις λόγοις προανασείσας τὸν δῆμον ἦν δὲ καὶ μεγαλοφωνότατος, καὶ ῥωμαλεώτατος ἐν τῷ λέγειν, δύο νόμους εἰσέφερε, τὸν μέν, εἴ τινος ἄρχοντος ἀφῃρῇτο τὴν ἀρχὴν δῆμος, οὐκ ἐῶντα τούτῳ δευτέρας ἀρχῆς μετουσίαν εἶναι: τὸν [p. 206] δ᾽, εἴ τις ἄρχων ἄκριτον ἐκκεκηρύχοι πολίτην, κατ᾽ αὐτοῦ διδόντα κρίσιν τῷ δήμῳ. [2] τούτων τῶν νόμων ἄντικρυς μὲν Μᾶρκον Ὀκτάβιον ἠτίμου τὸν ὑπὸ Τιβερίου τῆς δημαρχίας ἐκπεσόντα, τῷ δ᾽ ἐνείχετο Ποπίλλιος: οὗτος γὰρ στρατηγῶν τοὺς τοῦ Τιβερίου φίλους ἐξεκήρυξε. καὶ Ποπίλλιος μὲν οὐχ ὑποστὰς τὴν κρίσιν ἔφυγεν ἐξ Ἰταλίας: τὸν δὲ ἕτερον νόμον Γάιος αὐτὸς ἐπανείλετο, φήσας τῇ μητρὶ Κορνηλίᾳ δεηθείσῃ χαρίζεσθαι τὸν Ὀκτάβιον. [3] καὶ δῆμος ἠγάσθη καὶ συνεχώρησε, τιμῶν τὴν Κορνηλίαν οὐδὲν ἧττον ἀπὸ τῶν παίδων τοῦ πατρός, ἧς γε καὶ χαλκῆν εἰκόνα στήσας ὕστερον ἐπέγραψε Κορνηλίαν μητέρα Γράγχων. ἀπομνημονεύεται δὲ καὶ τοῦ Γαΐου πολλὰ ῥητορικῶς καὶ ἀγοραίως ὑπὲρ αὐτῆς εἰρημένα πρός τινα τῶν ἐχθρῶνσύ γάρἔφη, ‘Κορνηλίαν λοιδορεῖς τὴν Τιβέριον τεκοῦσαν;’ [4] ἐπεὶ δὲ διαβεβλημένος ἦν εἰς μαλακίαν λοιδορηθείς: ‘τίνα δέ,’ εἶπεν, ‘ἔχων παρρησίαν συγκρίνεις Κορνηλίᾳ σεαυτόν; ἔτεκες γὰρ ὡς ἐκείνη; καὶ μὴν πάντες ἴσασι Ῥωμαῖοι πλείω χρόνον ἐκείνην ἀπ᾽ ἀνδρὸς οὖσαν σὲ τὸν ἄνδρατοιαύτη μὲν πικρία τῶν λόγων ἦν αὐτοῦ, καὶ πολλὰ λαβεῖν ἐκ τῶν γεγραμμένων ἔστιν ὅμοια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: