previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ πλησίον ἦσαν οἱ Κελτοί, περὶ τὸν Ἀνίωνα ποταμὸν στρατόπεδον βαρὺ καὶ [p. 200] μεστὸν ἀφθόνου λείας ἔχοντες, ἐξαγαγὼν τὴν δύναμιν ἵδρυσε κατὰ νάπης μαλακῆς καὶ συγκλίσεις πολλὰς ἐχούσης, ὥστε τὸ μὲν πλεῖστον ἀποκρύπτεσθαι, τὸ δ᾽ ὁρώμενον δοκεῖν ὑπὸ δέους εἰς χωρία προσάντη κατειλεῖσθαι. [2] ταύτην δὲ τὴν δόξαν αὐτῶν Κάμιλλος αὔξειν βουλόμενος οὐ προσήμυνε τῶν ὑπὸ πόδας πορθουμένων, ἀλλὰ τὸν χάρακα φραξάμενος ἠρέμει, μέχρι οὗ τοὺς μὲν ἐν προνομαῖς ἐσκεδασμένους κατεῖδε, τοὺς δ᾽ ἐν τῷ στρατοπέδῳ πᾶσαν ὥραν ἐμπιπλαμένους ἀφειδῶς καὶ μεθύοντας. [3] τότε δὲ νυκτὸς ἔτι τοὺς ψιλοὺς προεκπέμψας ἐμποδὼν εἶναι τοῖς βαρβάροις εἰς τάξιν καθισταμένοις καὶ διαταράττειν εὐθὺς ἐπεξιόντας, κατεβίβαζεν ὄρθρου τοὺς ὁπλίτας καὶ παρέταττεν ἐν τοῖς ἐπιπέδοις, πολλοὺς καὶ προθύμους, οὐχ ὥσπερ οἱ βάρβαροι προσεδόκων, ὀλίγους καὶ ἀτόλμους φανέντας. πρῶτον μὲν οὖν τοῦτο τῶν Κελτῶν ἀνέτρεψε τὰ φρονήματα παρ᾽ ἀξίαν ἐπιχειρεῖσθαι δοκούντων. ἔπειτα προσπίπτοντες οἱ ψιλοὶ καὶ πρὶν τὸν συνήθη λαβεῖν κόσμον καὶ διακριθῆναι κατὰ λόχους κινοῦντες αὐτοὺς καὶ βιαζόμενοι πρὸς τὸ συντυχὸν ἀτάκτους ἠνάγκασαν μάχεσθαι. [4] τέλος δὲ τοῦ Καμίλλου τοὺς ὁπλίτας ἐπάγοντος, οἱ μὲν ἀνατεινάμενοι τὰς μαχαίρας συνδραμεῖν ἔσπευδον, οἱ δὲ τοῖς ὑσσοῖς ἀπαντῶντες καὶ τὰ σεσιδηρωμένα μέρη ταῖς πληγαῖς ὑποφέροντες ἀνέστρεφον τὸν ἐκείνων σίδηρον μαλακὸν ὄντα καὶ λεπτῶς ἐληλαμένον, ὥστε κάμπτεσθαι ταχὺ καὶ διπλοῦσθαι τὰς μαχαίρας, τοὺς δὲ θυρεοὺς [p. 202] συμπεπάρθαι καὶ βαρύνεσθαι τῶν ὑσσῶν ἐφελκομένων. [5] διὸ καὶ μεθιστάμενοι τῶν ἰδίων ὅπλων ἐπειρῶντο τοῖς ἐκείνων συστρέφεσθαι καὶ τοὺς ὑσσοὺς παραφέρειν ἐπιλαμβανόμενοι ταῖς χερσίν. οἱ δὲ Ῥωμαῖοι γυμνουμένους1 ὁρῶντες ἤδη τοῖς ξίφεσιν ἐχρῶντο, καὶ φόνος μὲν ἦν πολὺς τῶν προτάκτων, φυγὴ δὲ τῶν ἄλλων πανταχόσε τοῦ πεδίου, τοὺς γὰρ λόφους καὶ τὰ ὑψηλὰ προκατειλήφει Κάμιλλος, τὸ δὲ στρατόπεδον διὰ τὸ θαρσεῖν ἄφρακτον ἔχοντες ᾔδεσαν οὐ χαλεπῶς ἁλωσόμενον.

[6] ταύτην τὴν μάχην ἔτεσιν ὕστερον τρισκαίδεκα γενέσθαι λέγουσι τῆς Ῥώμης ἁλώσεως, καὶ βέβαιον ἐξ αὐτῆς φρόνημα κατὰ τῶν Κελτῶν ἐγγενέσθαι Ῥωμαίοις σφόδρα δεδοικόσι τοὺς βαρβάρους, ὡς τὸ πρῶτον διὰ νόσους καὶ τύχας παραλόγους, οὐ κατὰ κράτος, ὑπ᾽ αὐτῶν νενικημένους, οὕτω δ᾽ οὖν φόβος ἦν ἰσχυρός, ὥστε θέσθαι νόμον ἀφεῖσθαι τοὺς ἱερεῖς στρατείας χωρὶς ἂν μὴ Γαλατικὸς πόλεμος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: