previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γεγονότων δὲ τούτων ἀπολιπὼν ἐπὶ τὸν στρατοπέδου τὸν υἱὸν Λεύκιον φύλακα τῶν ἡλωκότων ἀνθρώπων καὶ χρημάτων αὐτός εἰς τὴν τῶν πολεμίων ἐνέβαλε. καὶ τὴν Αἰκανῶν πόλιν ἐξελὼν καὶ προσαγαγόμενος τοὺς Οὐολούσκους εὐθὺς ἦγε τὴν στρατιὰν πρὸς τὸ Σούτριον, οὔπω τὰ συμβεβηκότα τοῖς Σούτριον πεπυσμένος, ἀλλ᾽ ὡς ἔτι κινδυνεύουσι καὶ πολιορκουμένοις ὑπὸ τῶν Τυρρηνῶν βοηθῆσαι σπεύδων. [2] οἱ δ᾽ ἔτυχον ἤδη τὴν μὲν πόλιν τοῖς πολεμίοις παραδεδωκότες, αὐτοὶ [p. 184] δὲ πάντων ἐνδεεῖς ἐν ἱματίοις μόνον ἀφειμένοι: καὶ καθ᾽ ὁδὸν ὄντι τῷ Καμίλλῳ μετὰ παίδων καὶ γυναικῶν ἀπήντων ὀδυρόμενοι τὰς ἑαυτῶν τύχας. δὲ Κάμιλλος αὐτός τε πρὸς τὴν ὄψιν ἐπικλασθεὶς καὶ τοὺς Ῥωμαίους ὁρῶν ἐμφυομένων αὐτοῖς τῶν Σουτρίνων δακρύοντας καὶ δυσανασχετοῦντας ἐπὶ τοῖς γεγενημένοις, ἔγνω μὴ ποιεῖσθαι τῆς τιμωρίας ἀναβολήν, [3] ἀλλ᾽ εὐθὺς ἄγειν ἐπὶ τὸ Σούτριον ἐκείνης τῆς ἡμέρας, λογιζόμενος ἀνθρώπους εὐδαίμονα καὶ πλουσίαν πόλιν ἄρτι κατειληφότας καὶ μηδένα τῶν πολεμίων ὑπολελοιπότας ἐν αὐτῇ μηδὲ προσδεχομένους ἔξωθεν, ἐκλελυμένους παντάπασι καὶ ἀφυλάκτους εὑρήσειν ὀρθῶς λογισάμενος, οὐ γὰρ μόνον τὴν χώραν ἔλαθε διελθών, ἀλλὰ καὶ πρὸς ταῖς πύλαις γενόμενος καὶ τὰ τείχη καταλαβών: ἐφύλαττε γὰρ οὐδείς, ἀλλ᾽ ἐν οἴνῳ καὶ συνουσίαις ἦσαν ἐσκεδασμένοι κατὰ τὰς οἰκίας. [4] ἐπεὶ δὲ ᾔσθοντο τοὺς πολεμίους κρατοῦντας ἤδη, οὕτω διέκειντο μοχθηρῶς ὑπὸ πλησμονῆς καὶ μέθης, ὡς μηδὲ πρὸς φυγὴν ὁρμῆσαι πολλούς, ἀλλ᾽ ἐν ταῖς οἰκίαις αἴσχιστα πάντων ὑπομένοντας ἀποθνῄσκειν παραδιδόναι σφᾶς αὐτοὺς τοῖς πολεμίοις. τὴν μὲν οὖν Σουτρίνων πόλιν ἡμέρᾳ μιᾷ δὶς ἀλοῦσαν οὕτω συνέβη καὶ τοὺς ἔχοντας ἀποβαλεῖν, καὶ τοὺς ἀφῃρημένους ἀπολαβεῖν διὰ Κάμιλλον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: