Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ δὲ
στρατιῶται διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς ἐπανῆλθον εἰς Ῥώμην κεναῖς χερσί, κατηγόρουν τοῦ Καμίλλου πρὸς τοὺς ἄλλους πολίτας ὡς μισοδήμου καὶ φθονήσαντος ὠφεληθῆναι τοῖς πένησιν. ἐπεὶ δὲ τὸν περὶ τοῦ διοικισμοῦ νόμον οἱ δήμαρχοι προθέντες
[p. 122]
αὖθις ἐπὶ τὴν ψῆφον ἐκάλουν τὸν δῆμον, ὁ δὲ Κάμιλλος οὐδεμιᾶς ἀπεχθείας οὐδὲ παρρησίας φεισάμενος ἐφάνη μάλιστα πάντων ἐκβιαζόμενος τοὺς πολλούς, τὸν μὲν νόμον ἄκοντες ἀπεψηφίσαντο,
[2]
τὸν δὲ Κάμιλλον δι᾽ ὀργῆς εἶχον, ὥστε καὶ δυστυχήσαντος αὐτοῦ περὶ τὰ οἰκεῖα τῶν γὰρ υἱῶν ἀπέβαλε τὸν ἕτερον νοσήσαντα μηδὲν οἴκτῳ τῆς ὀργῆς ὑφέσθαι. καίτοι τὸ πάθος οὐ μετρίως ἤνεγκεν ἀνὴρ ἥμερος φύσει καὶ χρηστός, ἀλλὰ τῆς δίκης προγεγραμμένης αὐτῷ διὰ πένθος οἰκούρει καθειργμένος μετὰ τῶν γυναικῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.