previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατὰ τούτους δὲ μέγας ἦν ἀγών, ἔνθα δὴ καὶ Μᾶρκος Κάτωνος υἱός, Αἰμιλίου δὲ γαμβρός, πᾶσαν ἀλκὴν ἐπιδεικνύμενος ἀπέβαλε τὸ ξίφος, οἷα δὲ νεανίας ἐντεθραμμένος πλείστοις παιδεύμασι καὶ μεγάλῳ πατρὶ μεγάλης ἀρετῆς ἀποδείξεις ὀφείλων, οὐ βιωτὸν ἡγησάμενος εἶναι προεμένῳ σκῦλον αὑτοῦ ζῶντος τοῖς πολεμίοις ἐπέδραμε τὴν μάχην, εἴ τινά που φίλον καὶ συνήθη κατίδοι, φράζων τὸ συμπεσὸν αὐτῷ καὶ δεόμενος βοηθεῖν, [2] οἱ δὲ πολλοὶ καὶ ἀγαθοὶ γενόμενοι καὶ διασχόντες ὁρμῇ μιᾷ τοὺς ἄλλους, περὶ αὐτὸν ὑφηγούμενον ἐμβάλλουσι τοῖς ἐναντίοις, μεγάλῳ δ᾽ ἀγῶνι καὶ φόνῳ πολλῷ καὶ τραύμασιν ὤσαντες ἐκ χώρας καὶ τόπον ἔρημον καὶ γυμνὸν κατασχόντες ἐπὶ ζήτησιν ἐτράποντο τοῦ ξίφους, ὡς δὲ μόλις ἐν πολλοῖς ὅπλοις καὶ πτώμασι νεκρῶν κεκρυμμένον ἀνευρέθη, περιχαρεῖς γενόμενοι καὶ παιανίσαντες ἔτι λαμπρότερον ἐνέκειντο τοῖς συνεστῶσιν ἔτι τῶν πολεμίων, [3] καὶ τέλος οἱ τρισχίλιοι λογάδες ἐν τάξει μένοντες καὶ μαχόμενοι κατεκόπησαν ἅπαντες: τῶν δ᾽ ἄλλων φευγόντων πολὺς ἦν φόνος, ὥστε τὸ μὲν πεδίον καὶ τὴν ὑπώρειαν καταπεπλῆσθαι νεκρῶν, τοῦ δὲ Λεύκου ποταμοῦ τὸ ῥεῦμα τοὺς Ῥωμαίους τῇ μετὰ τὴν μάχην ἡμέρᾳ διελθεῖν ἔτι μεμιγμένον αἵματι. [p. 412] λέγονται γὰρ ὑπὲρ δισμυρίους πεντακισχιλίους ἀποθανεῖν. τῶν δὲ Ῥωμαίων ἔπεσον, ὡς μὲν Ποσειδώνιός φησιν, ἑκατόν, ὡς δὲ Νασικᾶς, ὀγδοήκοντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: