previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

76. ἅμα δὲ ἡμέρᾳ τὸν πεζὸν αὐτὸς ἐπὶ τῶν πρὸ τῆς πόλεως λόφων ἱδρύσας ἐθεᾶτο τὰς ναῦς ἀνηγμένας καὶ ταῖς τῶν πολεμίων προσφερομένας: καὶ περιμένων ἔργον τι παρ᾽ ἐκείνων ἰδεῖν ἡσύχαζεν. οἱ δὲ ὡς ἐγγὺς ἐγένοντο, ταῖς κώπαις ἠσπάσαντο τοὺς Καίσαρος, ἐκείνων τε ἀντασπασαμένων μετεβάλοντο, καὶ πάσαις ἅμα ταῖς ναυσὶν στόλος εἷς γενόμενος ἐπέπλει πρὸς τὴν πόλιν ἀντίπρῳρος. [2] τοῦτο Ἀντώνιος ἰδὼν ἀπελείφθη μὲν εὐθὺς ὑπὸ τῶν ἱππέων μεταβαλομένων, ἡττηθεὶς δὲ τοῖς πεζοῖς ἀνεχώρησεν εἰς τὴν πόλιν, ὑπὸ Κλεοπάτρας προδεδόσθαι βοῶν οἷς δἰ ἐκείνην ἐπολέμησεν. δὲ τὴν ὀργὴν αὐτοῦ φοβηθεῖσα καὶ τὴν ἀπόνοιαν εἰς τὸν τάφον κατέφυγε καὶ τοὺς καταρράκτας ἀφῆκε κλείθροις καὶ μοχλοῖς καρτεροὺς ὄντας: πρὸς δὲ Ἀντώνιον ἔπεμψε τοὺς ἀπαγγελοῦντας ὅτι τέθνηκε. [3] πιστεύσας δὲ ἐκεῖνος καὶ εἰπὼν πρὸς αὑτόν, ‘τί ἔτι μέλλεις, Ἀντώνιε; τὴν μόνην τύχη καὶ λοιπὴν ἀφῄρηκε τοῦ φιλοψυχεῖν πρόφασιν,’ εἰσῆλθεν εἰς τὸ δωμάτιον, καὶ τὸν θώρακα παραλύων καὶ διαστέλλων, ‘ Κλεοπάτρα,’ εἶπεν, ‘οὐκ ἄχθομαί σου στερούμενος: αὐτίκα γὰρ εἰς ταὐτὸν ἀφίξομαι: ἀλλ᾽ ὅτι γυναικὸς τηλικοῦτος αὐτοκράτωρ εὐψυχίᾳ πεφώραμαι λειπόμενος.’

[4] ἦν δέ τις οἰκέτης αὐτοῦ πιστὸς Ἔρως ὄνομα. τοῦτον ἐκ πολλοῦ παρακεκληκώς, εἰ δεήσειεν, ἀνελεῖν αὐτόν, ἀπῄτει τὴν ὑπόσχεσιν. δὲ σπασάμενος τὸ ξίφος ἀνέσχε μὲν ὡς παίσων ἐκεῖνον, ἀποστρέψας δὲ τὸ πρόσωπον ἑαυτὸν ἀπέκτεινε. πεσόντος δὲ αὐτοῦ πρὸς τοὺς πόδας Ἀντώνιοςεὖγε,’ εἶπεν, ‘ Ἔρως, ὅτι μὴ δυνηθεὶς αὐτὸς ἐμὲ ποιεῖν δεῖ διδάσκεις:’ καὶ παίσας διὰ τῆς κοιλίας ἑαυτὸν ἀφῆκεν εἰς τὸ κλινίδιον. [5] ἦν δὲ οὐκ εὐθυθάνατος πληγή. διὸ καὶ τῆς φορᾶς τοῦ αἵματος, ἐπεὶ κατεκλίθη, παυσαμένης, ἀναλαβὼν ἐδεῖτο τῶν παρόντων ἐπισφάττειν αὐτόν. οἱ δὲ ἔφευγον ἐκ τοῦ δωματίου βοῶντος καὶ σφαδάζοντος, ἄχρι οὗ παρὰ Κλεοπάτρας ἧκε Διομήδης γραμματεύς, κομίζειν αὐτὸν ὡς ἐκείνην εἰς τὸν τάφον κελευσθείς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: