previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

20. ἐπὶ δ᾽ οὖν ταῖς διαλλαγαῖς ταύταις οἱ στρατιῶται περιστάντες ἠξίουν καὶ γάμῳ τινὶ τὴν φιλίαν συνάψαι Καίσαρα, λαβόντα τὴν Φουλβίας τῆς Ἀντωνίου γυναικὸς θυγατέρα Κλωδίαν. ὁμολογηθέντος δὲ καὶ τούτου τριακόσιοι μὲν ἐκ προγραφῆς ἐθανατώθησαν ὑπ᾽ αὐτῶν: [2] Κικέρωνος δὲ σφαγέντος ἐκέλευσεν Ἀντώνιος τήν τε κεφαλὴν ἀποκοπῆναι καὶ τὴν χεῖρα τὴν δεξιάν, τοὺς κατ᾽ αὐτοῦ λόγους ἔγραψε. καὶ κομισθέντων ἐθεᾶτο γεγηθὼς καὶ ἀνακαγχάζων ὑπὸ χαρᾶς πολλάκις: εἶτα ἐμπλησθεὶς ἐκέλευσεν ὑπὲρ τοῦ βήματος ἐν ἀγορᾷ τεθῆναι, καθάπερ εἰς τὸν νεκρὸν ὑβρίζων, οὐχ αὑτὸν ἐνυβρίζοντα τῇ τύχῃ καὶ καταισχύνοντα τὴν ἐξουσίαν ἐπιδεικνύμενος. [3] δὲ θεῖος αὐτοῦ Καῖσαρ ζητούμενος καὶ διωκόμενος κατέφυγε πρὸς τὴν ἀδελφήν. δέ, τῶν σφαγέων ἐπιστάντων καὶ βιαζομένων εἰς τὸ δωμάτιον αὐτῆς, ἐν ταῖς θύραις στᾶσα καὶ διασχοῦσα τὰς χεῖρας ἐβόα πολλάκις: ‘οὐκ ἀποκτενεῖτε Καίσαρα Λεύκιον, ἐὰν μὴ πρότερον ἐμὲ ἀποκτείνητε τὴν τὸν αὐτοκράτορα τεκοῦσαν.’ ἐκείνη μὲν οὖν τοιαύτη γενομένη διέκλεψε καὶ διέσωσε τὸν ἀδελφόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: