previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15. διὰ ταῦτα τῶν περὶ Βροῦτον ἐκ τῆς πόλεως ἀπελθόντων οἵ τε φίλοι τοῦ Καίσαρος συνίσταντο πρὸς τὸν Ἀντώνιον, τε γυνὴ Καλπουρνία πιστεύσασα τῶν χρημάτων τὰ πλεῖστα κατέθετο πρὸς αὐτὸν ἐκ τῆς οἰκίας, εἰς λόγον τὰ σύμπαντα τετρακισχιλίων ταλάντων. [2] ἔλαβε δὲ καὶ τὰ βιβλία τοῦ Καίσαρος, ἐν οἷς ὑπομνήματα τῶν κεκριμένων καὶ δεδογμένων ἦν ἀναγεγραμμένα: καὶ τούτοις παρεγγράφων οὓς ἐβούλετο, πολλοὺς μὲν ἄρχοντας ἀπεδείκνυε, πολλοὺς δὲ βουλευτάς, ἐνίους δὲ καὶ κατῆγε πεφυγαδευμένους καὶ καθειργμένους ἔλυεν, ὡς δὴ ταῦτα τῷ Καίσαρι δόξαντα. [3] διὸ τούτους ἅπαντας ἐπισκώπτοντες οἱ Ῥωμαῖοι Χαρωνίτας ἐκάλουν: ἐλεγχόμενοι γὰρ εἰς τοὺς τοῦ νεκροῦ κατέφευγον ὑπομνηματισμούς. καὶ τἆλλα δὲ ἔπραττεν αὐτοκρατορικῶς Ἀντώνιος, αὐτὸς μὲν ὑπατεύων, τοὺς δὲ ἀδελφοὺς ἔχων συνάρχοντας, Γάϊον μὲν στρατηγόν, Λεύκιον δὲ δήμαρχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: