previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. δ᾽ οὖν Λούκουλλος ἐδόκει σκοποῦσιν ἡμῖν τῷ Κίμωνι παραβλητέος εἶναι. πολεμικοὶ γὰρ ἀμφότεροι καὶ πρὸς τοὺς βαρβάρους λαμπροί, πρᾷοι δὲ τὰ πολιτικὰ καὶ μάλιστα τῶν ἐμφυλίων στάσεων ἀναπνοὴν ταῖς πατρίσι παρασχόντες, ἕκαστος δέ τις αὐτῶν στήσαντες τρόπαια καὶ νίκας ἀνελόμενοι περιβοήτους. [2] οὔτε γὰρ Ἑλλήνων Κίμωνος οὔτε Ῥωμαίων Λουκούλλου πρότερος οὐδεὶς οὕτω μακρὰν πολεμῶν προῆλθεν, ἔξω λόγου τιθεμένων τῶν καθ᾽ Ἡρακλέα καὶ Διόνυσον, εἴ τέ τι Περσέως πρὸς Αἰθίοπας Μήδους καὶ Ἀρμενίους Ἰάσονος ἔργον ἀξιόπιστον ἐκ τῶν τότε χρόνων μνήμῃ φερόμενον εἰς τοὺς νῦν ἀφῖκται. [3] κοινὸν δέ πως αὐτῶν καὶ τὸ ἀτελὲς γέγονε τῆς στρατηγίας, ἑκατέρου μὲν συντρίψαντος, οὐδετέρου δὲ καταλύσαντος τὸν ἀνταγωνιστήν. μάλιστα δ᾽ περὶ τὰς ὑποδοχὰς καὶ τὰς φιλανθρωπίας ταύτας ὑγρότης καὶ δαψίλεια καὶ τὸ νεαρὸν καὶ ἀνειμένον ἐν τῇ διαίτῃ παραπλήσιον ἐπ᾽ ἀμφοτέρων ἰδεῖν ὑπάρχει. παραλείπομεν δ᾽ ἴσως καὶ ἄλλας τινὰς ὁμοιότητας, ἃς οὐ χαλεπὸν ἐκ τῆς διηγήσεως αὐτῆς συναγαγεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: