εἰ προκόψαι θέλεις, ἄφες τοὺς τοιούτους ἐπιλογισμούς. ‘ἐὰν ἀμελήσω τᾶν ἐμῶν, οὐχ ἕξω διατροφάς:’ ‘ἐὰν
μὴ κολάσω τὸν παῖδα, πονηρὸς ἔσται.’ κρεῖσσον γὰρ λιμῷ
ἀποθανεῖν ἄλυπον καὶ ἄφοβον γενόμενον ἢ ζῆν ἐν ἀφθόνοις
ταρασσόμενον. κρεῖττον δὲ τὸν παῖδα κακὸν εἶναι ἢ σὲ
κακοδαίμονα.
[2]
ἄρξαι τοιγαροῦν ἀπὸ τῶν σμικρῶν. ἐκχεῖται τὸ
ἐλάδιον, κλέπτεται τὸ οἰνάριον: ἐπίλεγε ὅτι ‘τοσούτου πωλεῖται
ἀπάθεια, τοσούτου ἀταραξία:’ προῖκα δὲ οὐδὲν περιγίνεται.
ὅταν δὲ καλῇς τὸν παῖδα, ἐνθυμοῦ, ὅτι δύναται μὴ ὑπακοῦσαι
καὶ ὑπακούσας μηδὲν ποιῆσαι ὧν θέλεις: ἀλλ᾽ οὐχ οὕτως
ἐστὶν αὐτῷ καλῶς, ἵνα ἐπ᾽ ἐκείνῳ ᾖ τὸ σὲ μὴ ταραχθῆναι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.